§2.26.1κατὰ δὲ τὸν καιρὸν τοῦτον Λεύκιος Αἰμίλιος ὁ προκαθήμενος ἐπὶ τῶν κατὰ τὸν Ἀδρίαν τόπων ἀκούσας τοὺς Κελτοὺς διὰ Τυρρηνίας ἐμβεβληκότας συνεγγίζειν τῇ Ῥώμῃ, παρῆν βοηθῶν κατὰ σπουδὴν εὐτυχῶς εἰς δέοντα καιρόν.
このちょうどその時に、アドリア海沿岸の地方に前衛として配置されていたルキウス・アエミリウスは、ケルト人たちがエトルリアを通って侵入し、ローマに接近しつつあることを聞き、救援のために急いで、幸運にも絶好の機会に到着した。
§2.26.2καταστρατοπεδεύσαντος δʼ αὐτοῦ σύνεγγυς τῶν πολεμίων, κατιδόντες τὰ πυρὰ καὶ νοήσαντες τὸ γεγονὸς οἱ συμπεφευγότες ἐπὶ τὸν λόφον ταχέως ἀναθαρρήσαντες ἐξαπέστειλαν αὑτῶν τινας τῆς νυκτὸς ἀνόπλους διὰ τῆς ὕλης ἀναγγελοῦντας τῷ στρατηγῷ τὸ συμβεβηκός.
彼が敵の近くに陣を敷くと、丘に避難していた者たちはその焚き火を目にし、何が起きたかを理解して、すぐに勇気を取り戻した。 そして夜の間に、自分たちのうちの数人を武器を持たずに森を通じて派遣し、将軍に何が起こったかを報告させようとした。
§2.26.3ὁ δὲ διακούσας καὶ θεωρῶν οὐδὲ διαβούλιον αὑτῷ καταλειπόμενον ὑπὲρ τῶν ἐνεστώτων, τοῖς μὲν χιλιάρχοις ἅμα τῷ φωτὶ παρήγγειλε τοὺς πεζοὺς ἐξάγειν, αὐτὸς δὲ τοὺς ἱππεῖς ἀναλαβὼν καθηγεῖτο τῆς δυνάμεως, ποιούμενος τὴν πορείαν ἐπὶ τὸν προειρημένον βουνόν.
アエミリウスは詳細を聞き、現在の事態について考慮の余地が自分に全く残されていないと見て、千人隊長たちには夜明けとともに歩兵を連れ出すよう命じ、自身は騎兵を引き連れて軍の先頭に立ち、前述の丘へと行軍を進めた。
§2.26.4οἱ δὲ τῶν Γαλατῶν ἡγεμόνες ἀφορῶντες τὰ πυρὰ τῆς νυκτὸς καὶ συλλογιζόμενοι τὴν παρουσίαν τῶν πολεμίων συνήδρευον.
一方、ガラティア人の指導者たちは、夜間に焚き火を見て、敵が到着したことを推し量り、会議を開いた。
§2.26.5οἷς Ἀνηροέστης ὁ βασιλεὺς γνώμην εἰσέφερε λέγων ὅτι δεῖ τοσαύτης λείας ἐγκρατεῖς γεγονότας — ἦν γάρ, ὡς ἔοικε, καὶ τὸ τῶν σωμάτων καὶ θρεμμάτων πλῆθος, ἔτι δὲ τῆς ἀποσκευῆς ἧς εἶχον, ἀμύθητον — §2.26.6διόπερ ἔφη δεῖν μὴ κινδυνεύειν ἔτι μηδὲ παραβάλλεσθαι τοῖς ὅλοις, ἀλλʼ εἰς τὴν οἰκείαν ἀδεῶς ἐπανάγειν·
彼らに対して、王アネロエステスは意見を提出し、これほど多量の戦利品を手に入れた以上は――実際、人間の数も家畜の数も、さらには彼らが所有していた手荷物も、見たところ莫大なものであったからである―― それゆえ、もはや危険を冒すべきではなく、全軍を賭けて勝負すべきでもなく、恐れることなく祖国へ帰還すべきであると述べた。
ταῦτα δʼ ἀποσκευασαμένους καὶ γενομένους εὐζώνους αὖθις ἐγχειρεῖν ὁλοσχερῶς, ἐὰν δοκῇ, τοῖς Ῥωμαίων πράγμασιν.
そして、これらを片付け、身軽になった上で、もしそのように思われるならば、再びローマの国事に対して本格的に攻撃を仕掛けるべきであるとした。
§2.26.7δόξαντος δὲ σφίσι κατὰ τὴν Ἀνηροέστου γνώμην χρήσασθαι τοῖς παροῦσιν, οὗτοι μὲν τῆς νυκτὸς ταῦτα βουλευσάμενοι, πρὸ φωτὸς ἀναζεύξαντες προῆγον παρὰ θάλατταν διὰ τῆς Τυρρηνῶν χώρας.
アネロエステスの意見に従って現在の状況に対処することが彼らにとって好ましいと思われたので、彼らは夜の間にこれらを決定し、夜明け前に陣を引き払い、エトルリア人の地を通って海沿いに前進した。
§2.26.8ὁ δὲ Λεύκιος ἀναλαβὼν ἐκ τοῦ βουνοῦ τὸ διασῳζόμενον τοῦ στρατοπέδου μέρος ἅμα ταῖς ἰδίαις δυνάμεσι τὸ μὲν διακινδυνεύειν ἐκ παρατάξεως οὐδαμῶς ἔκρινε συμφέρειν, ἐπιτηρεῖν δὲ μᾶλλον καιροὺς καὶ τόπους εὐφυεῖς ἑπόμενος, ἐάν πού τι βλάψαι τοὺς πολεμίους ἢ τῆς λείας ἀποσπάσαι δυνηθῇ.
一方、ルキウスは、丘から救出された軍の一部を自身の軍勢とともに収容し、正面切っての会戦によって危険を冒すことは全く得策ではないと判断し、むしろ後を追いながら、どこかで敵に打撃を与えるか、あるいは戦利品の一部を奪い取ることができるかどうか、好都合な機会と場所を見定めることにした。