§2.25.1οἱ δὲ Κελτοὶ κατάραντες εἰς τὴν Τυρρηνίαν ἐπεπορεύοντο τὴν χώραν, πορθοῦντες ἀδεῶς·
一方、ケルト人たちはエトルリアに侵入し、恐れることなくその地を略奪しながら進撃していった。
οὐδενὸς δʼ αὐτοῖς ἀντιταττομένου, τέλος ἐπʼ αὐτὴν ὥρμησαν τὴν Ῥώμην.
そして、誰も彼らに立ち向かわなかったため、ついにローマそのものへと向かって進撃した。
§2.25.2ἤδη δʼ αὐτῶν περὶ πόλιν ὄντων ἣ καλεῖται μὲν Κλούσιον, ἀπέχει δʼ ἡμερῶν τριῶν ὁδὸν ἀπὸ τῆς Ῥώμης, προσαγγέλλεται διότι κατόπιν αὐτοῖς ἕπονται καὶ συνάπτουσιν αἱ προκαθήμεναι τῶν Ῥωμαίων ἐν τῇ Τυρρηνίᾳ δυνάμεις.
彼らがすでにクルシウムと呼ばれる都市(ローマから三日間の道のりの距離にある)の付近に達していたとき、エトルリアで前衛として配置されていたローマ軍が、彼らの背後から追従し、迫りつつあるという知らせが届いた。
§2.25.3οἱ δʼ ἀκούσαντες ἐξ ὑποστροφῆς ἀπήντων, σπεύδοντες τούτοις συμβαλεῖν.
これを聞いた彼らは反転して進み、これらの軍勢と交戦するべく急いだ。
§2.25.4ἐγγίσαντες δʼ ἀλλήλοις ἤδη περὶ δυσμὰς ἡλίου, τότε μὲν ἐν συμμέτρῳ διαστήματι καταστρατοπεδεύσαντες ηὐλίσθησαν ἀμφότεροι.
日没の頃にすでに互いに接近したため、その時は適度な距離を置いて双方とも陣を敷き、宿営した。
§2.25.5τῆς δὲ νυκτὸς ἐπιγενομένης πῦρ ἀνακαύσαντες οἱ Κελτοὶ τοὺς μὲν ἱππεῖς ἀπέλιπον, συντάξαντες ἅμα τῷ φωτὶ συμφανεῖς γενομένους τοῖς πολεμίοις ὑποχωρεῖν κατὰ τὸν αὐτὸν στίβον.
夜が訪れると、ケルト人たちは火を焚き、騎兵たちを残した。 そして、夜が明けると同時に敵に姿を現した上で、同じ経路に沿って退却するようにと指示を与えた。
§2.25.6αὐτοὶ δὲ λαθραίαν ποιησάμενοι τὴν ἀποχώρησιν ὡς ἐπὶ πόλιν Φαισόλαν αὐτοῦ παρενέβαλον, πρόθεσιν ἔχοντες ἅμα μὲν ἐκδέχεσθαι τοὺς ἑαυτῶν ἱππεῖς, ἅμα δὲ παραδόξως ἐνοχλῆσαι τὴν τῶν ὑπεναντίων ἔφοδον.
彼ら自身は密かに退却を行い、フェスレという都市の方向へと向かってそこに陣を敷いた。 それは、一方では自分たちの騎兵を待ち受け、他方では敵の追撃に不意打ちを食らわせて妨害する意図からであった。
§2.25.7οἱ δὲ Ῥωμαῖοι τῆς ἡμέρας ἐπιγενομένης συνιδόντες τοὺς ἱππεῖς αὐτοὺς καὶ νομίσαντες τοὺς Κελτοὺς ἀποδεδρακέναι, κατὰ σπουδὴν ἠκολούθουν τοῖς ἱππεῦσιν κατὰ τὴν ἐκείνων ἀποχώρησιν.
ローマ人たちは、夜が明けると騎兵だけを目にし、ケルト人たちが逃亡したと思い込んで、急いでその退却する騎兵たちの後を追った。
§2.25.8ἅμα δὲ τῷ συνεγγίζειν τοῖς πολεμίοις διαναστάντων τῶν Κελτῶν καὶ συμπεσόντων αὐτοῖς ἦν ἀγὼν τὰς ἀρχὰς ἐξ ἀμφοῖν βίαιος.
しかし、敵に近づくと同時に、ケルト人たちが立ち上がって襲いかかってきたため、当初は双方の間で激しい戦闘が繰り広げられた。
§2.25.9τέλος δὲ καθυπερεχόντων τῶν Κελτῶν τῇ τόλμῃ καὶ τῷ πλήθει, συνέβη διαφθαρῆναι μὲν τῶν Ῥωμαίων οὐκ ἐλάττους ἑξακισχιλίων, τοὺς δὲ λοιποὺς φεύγειν·
最終的には、ケルト人たちがその勇猛さと数で圧倒したため、ローマ人のうち六千人を下らない者が討たれ、残りの者は逃走する事態となった。
ὧν οἱ πλείους πρός τινα τόπον ἐρυμνὸν ἀποχωρήσαντες ἔμενον.
彼らの大半はある険固な場所へと退却し、そこにとどまった。
§2.25.10οὓς τὸ μὲν πρῶτον οἱ Κελτοὶ πολιορκεῖν ἐπεβάλοντο· κακῶς δʼ ἀπαλλάττοντες ἐκ τῆς προγεγενημένης ἐν τῇ νυκτὶ πορείας καὶ κακοπαθείας καὶ ταλαιπωρίας ὥρμησαν πρὸς ἀνάπαυσιν καὶ θεραπείαν, φυλακὴν ἀπολιπόντες τῶν ἰδίων ἱππέων περὶ τὸν λόφον,
ケルト人たちは最初、彼らを包囲しようと試みたが、夜間の行軍と苦難、疲労からひどく疲弊していたため、その丘の周囲に自軍の騎兵による守備隊を残した上で、休息と手当てのために引き返した。
§2.25.11πρόθεσιν ἔχοντες κατὰ τὴν ἐπιοῦσαν πολιορκεῖν τοὺς συμπεφευγότας, ἐὰν μὴ παραδῶσιν ἑαυτοὺς ἑκουσίως.
これは、もし彼らが自発的に降伏しないならば、翌日になってその避難した者たちを包囲する意図によるものであった。