§2.24.1ἵνα δὲ συμφανὲς ἐπʼ αὐτῶν γένηται τῶν ἔργων ἡλίκοις Ἀννίβας ἐτόλμησε πράγμασιν ἐπιθέσθαι [μετὰ δὲ ταῦτα] καὶ πρὸς ἡλίκην δυναστείαν παραβόλως ἀντοφθαλμήσας ἐπὶ τοσοῦτο καθίκετο τῆς προθέσεως ὥστε τοῖς μεγίστοις συμπτώμασι περιβάλλειν Ῥωμαίους, §2.24.2ῥητέον ἂν εἴη τὴν παρασκευὴν καὶ τὸ πλῆθος τῆς ὑπαρχούσης αὐτοῖς τότε δυνάμεως.
ハンニバルがいかに巨大な規模の事業に挑み、また、いかに強大な国家に対して無謀なほど果敢に対峙して、その企図を、ローマ人を最大の惨禍に陥れるほどにまで達成したかを、事実そのものに即して明らかにするために、当時彼ら(ローマ人)に存在していた防備と、その軍勢の規模を述べねばならないだろう。
§2.24.3μετὰ μὲν δὴ τῶν ὑπάτων ἐξεληλύθει τέτταρα στρατόπεδα Ῥωμαϊκά, πεντάκις μὲν χιλίους καὶ διακοσίους πεζούς, ἱππεῖς δὲ τριακοσίους ἔχον ἕκαστον.
さて、執政官たちとともに出撃していたのはローマの四つの軍団であり、各軍団は歩兵五千二百名、騎兵三百名を擁していた。
§2.24.4σύμμαχοι δὲ μεθʼ ἑκατέρων ἦσαν οἱ συνάμφω πεζοὶ μὲν τρισμύριοι, δισχίλιοι δʼ ἱππεῖς.
また、双方の執政官のそれぞれに同盟軍が伴っていたが、それらを合わせると、歩兵三万二千名、騎兵二千名であった。
§2.24.5τῶν δʼ ἐκ τοῦ καιροῦ προσβοηθησάντων εἰς τὴν Ῥώμην Σαβίνων καὶ Τυρρηνῶν ἱππεῖς μὲν ἦσαν εἰς τετρακισχιλίους, πεζοὶ δὲ πλείους τῶν πεντακισμυρίων.
また、その危急に際してローマの救援に駆けつけたサビニ人とエトルリア人のうち、騎兵は約四千名、歩兵は五万名以上であった。
§2.24.6τούτους μὲν ἁθροίσαντες ὡς ἐπὶ Τυρρηνίας προεκάθισαν, ἑξαπέλεκυν αὐτοῖς ἡγεμόνα συστήσαντες.
彼ら(ローマ人)はこれら(サビニ人とエトルリア人)を集結させて、エトルリアの防衛のために前衛として配置し、彼らに一人の法務官を指揮官として任命した。
§2.24.7οἱ δὲ τὸν Ἀπεννῖνον κατοικοῦντες Ὄμβροι καὶ Σαρσινάτοι συνήχθησαν εἰς δισμυρίους, μετὰ δὲ τούτων Οὐένετοι καὶ Γονομάνοι δισμύριοι.
アペニン山脈に居住するウムブリア人とサルシナトイ人は約二万名が集結し、これらに加えてウェネティ人とゴノマニ人が二万名であった。
τούτους δʼ ἔταξαν ἐπὶ τῶν ὅρων τῆς Γαλατίας,
彼らをガラティアの国境沿いに配置した。
§2.24.8ἵνʼ ἐμβαλόντες εἰς τὴν τῶν Βοίων χώραν ἀντιπερισπῶσι τοὺς ἐξεληλυθότας.
これは、彼らがボイイ人の領土に侵入することで、出撃したガリア兵たちの注意をそらし引き戻すためであった。
τὰ μὲν οὖν προκαθήμενα στρατόπεδα τῆς χώρας ταῦτʼ ἦν.
さて、この国を前衛として守る軍勢は以上の通りであった。
§2.24.9ἐν δὲ τῇ Ῥώμῃ διέτριβον ἡτοιμασμένοι χάριν τῶν συμβαινόντων ἐν τοῖς πολέμοις, ἐφεδρείας ἔχοντες τάξιν, Ῥωμαίων μὲν αὐτῶν πεζοὶ δισμύριοι, μετὰ δὲ τούτων ἱππεῖς χίλιοι καὶ πεντακόσιοι, τῶν δὲ συμμάχων πεζοὶ μὲν τρισμύριοι, δισχίλιοι δʼ ἱππεῖς.
ローマ市内には、戦争において起こる不測の事態に備えて、予備兵力の役割を持って、準備を整えて待機している者たちがとどまっていた。 それはローマ人自身が歩兵二万名とこれに伴う騎兵千五百名、同盟軍が歩兵三万名、騎兵二千名であった。
§2.24.10καταγραφαὶ δʼ ἀνηνέχθησαν Λατίνων μὲν ὀκτακισμύριοι πεζοί, πεντακισχίλιοι δʼ ἱππεῖς, Σαυνιτῶν δὲ πεζοὶ μὲν ἑπτακισμύριοι, μετὰ δὲ τούτων ἱππεῖς ἑπτακισχίλιοι,
また、提出された登録簿によれば、ラティウム人が歩兵八万名、騎兵五千名、サムニウム人が歩兵七万名、これに伴う騎兵七千名であった。
§2.24.11καὶ μὴν Ἰαπύγων καὶ Μεσσαπίων συνάμφω πεζῶν μὲν πέντε μυριάδες, ἱππεῖς δὲ μύριοι σὺν ἑξακισχιλίοις, §2.24.12Λευκανῶν δὲ πεζοὶ μὲν τρισμύριοι, τρισχίλιοι δʼ ἱππεῖς, Μαρσῶν δὲ καὶ Μαρρουκίνων καὶ Φερεντάνων, ἔτι δʼ Οὐεστίνων πεζοὶ μὲν δισμύριοι, τετρακισχίλιοι δʼ ἱππεῖς.
さらに、ヤピュゲス人とメッサピオイ人を合わせて、歩兵五万名、騎兵一万六千名、ルカニア人が歩兵三万名、騎兵三千名、マルシ人、マッルキニ人、フェレンタニ人、さらにウェスティニ人が歩兵二万名、騎兵四千名であった。
§2.24.13ἔτι γε μὴν καὶ ἐν Σικελίᾳ καὶ Τάραντι στρατόπεδα δύο παρεφήδρευεν, ὧν ἑκάτερον ἦν ἀνὰ τετρακισχιλίους καὶ διακοσίους πεζούς, ἱππεῖς δὲ διακοσίους.
さらにその上、シケリアとタレントゥムにも二つの軍団が予備として待機しており、それらの各々は歩兵四千二百名、騎兵二百名であった。
§2.24.14Ῥωμαίων δὲ καὶ Καμπανῶν ἡ πληθὺς πεζῶν μὲν εἰς εἴκοσι καὶ πέντε κατελέχθησαν μυριάδες, ἱππέων δʼ ἐπὶ ταῖς δύο μυριάσιν ἐπῆσαν ἔτι τρεῖς χιλιάδες.
そして、ローマ人とカンプアニア人の動員可能な総数は、歩兵二十五万名、騎兵は二万名にさらに三千名が登録されていた。
§2.24.15ὥστʼ εἶναι τὸ [κεφάλαιον τῶν μὲν προκαθημένων τῆς Ῥώμης δυνάμεων πεζοὶ μὲν ὑπὲρ πεντεκαίδεκα μυριάδες, §2.24.16ἱππεῖς δὲ πρὸς ἑξακισχιλίους, τὸ δὲ] σύμπαν πλῆθος τῶν δυναμένων ὅπλα βαστάζειν, αὐτῶν τε Ῥωμαίων καὶ τῶν συμμάχων, πεζῶν ὑπὲρ τὰς ἑβδομήκοντα μυριάδας, ἱππέων δʼ εἰς ἑπτὰ μυριάδας.
それゆえ、[ローマを防衛するために前衛として配置された軍勢の総計は、歩兵十五万名以上、騎兵は約六千名であり、そして] 武器を手に取ることのできる全人口は、ローマ人自身と同盟軍を合わせて、歩兵七十万名以上、騎兵約七万名に達した。
§2.24.17ἐφʼ οὓς Ἀννίβας ἐλάττους ἔχων δισμυρίων ἐπέβαλεν εἰς τὴν Ἰταλίαν.
彼らに対して、ハンニバルは二万名に満たない兵力を率いてイタリアに侵入したのである。
περὶ μὲν οὖν τούτων ἐν τοῖς ἑξῆς σαφέστερον ἐκποιήσει κατανοεῖν.
このことについては、後続の箇所において、より明確に理解することができるであろう。