§2.24.1ἵνα δὲ συμφανὲς ἐπʼ αὐτῶν γένηται τῶν ἔργων ἡλίκοις Ἀννίβας ἐτόλμησε πράγμασιν ἐπιθέσθαι [μετὰ δὲ ταῦτα] καὶ πρὸς ἡλίκην δυναστείαν παραβόλως ἀντοφθαλμήσας ἐπὶ τοσοῦτο καθίκετο τῆς προθέσεως ὥστε τοῖς μεγίστοις συμπτώμασι περιβάλλειν Ῥωμαίους, §2.24.2ῥητέον ἂν εἴη τὴν παρασκευὴν καὶ τὸ πλῆθος τῆς ὑπαρχούσης αὐτοῖς τότε δυνάμεως.
为了能从实际的事实中清楚看出,汉尼拔竟敢于染指何等宏大的事业,并以何等无畏的胆识与何其强大的势力正面抗衡,直至在极大程度上实现了他的企图,以致使罗马人陷入了最惨重的灾难之中,我们有必要阐述一下当时他们(罗马人)所拥有的武装力量以及兵力的规模。
§2.24.3μετὰ μὲν δὴ τῶν ὑπάτων ἐξεληλύθει τέτταρα στρατόπεδα Ῥωμαϊκά, πεντάκις μὲν χιλίους καὶ διακοσίους πεζούς, ἱππεῖς δὲ τριακοσίους ἔχον ἕκαστον.
那么,随同执政官出征的共有四个罗马军团,每个军团拥有一百名骑兵和五千二百名步兵,以及三百名骑兵。
§2.24.4σύμμαχοι δὲ μεθʼ ἑκατέρων ἦσαν οἱ συνάμφω πεζοὶ μὲν τρισμύριοι, δισχίλιοι δʼ ἱππεῖς.
与两位执政官各自同行的同盟军,合计共有三万二千名步兵和二千名骑兵。
§2.24.5τῶν δʼ ἐκ τοῦ καιροῦ προσβοηθησάντων εἰς τὴν Ῥώμην Σαβίνων καὶ Τυρρηνῶν ἱππεῖς μὲν ἦσαν εἰς τετρακισχιλίους, πεζοὶ δὲ πλείους τῶν πεντακισμυρίων.
至于在危急关头赶来救援罗马的萨宾人和图雷尼亚人中,骑兵约有四千人,步兵则在五万人以上。
§2.24.6τούτους μὲν ἁθροίσαντες ὡς ἐπὶ Τυρρηνίας προεκάθισαν, ἑξαπέλεκυν αὐτοῖς ἡγεμόνα συστήσαντες.
罗马人将这些人集结起来,部署在防卫图雷尼亚的前线,并指派了一名法务官作为他们的统帅。
§2.24.7οἱ δὲ τὸν Ἀπεννῖνον κατοικοῦντες Ὄμβροι καὶ Σαρσινάτοι συνήχθησαν εἰς δισμυρίους, μετὰ δὲ τούτων Οὐένετοι καὶ Γονομάνοι δισμύριοι.
居住在阿penning山脉的翁布里亚人和萨尔西纳托伊人聚集了约两万人,此外还有两万名威尼蒂人和戈诺马尼人。
τούτους δʼ ἔταξαν ἐπὶ τῶν ὅρων τῆς Γαλατίας, §2.24.8ἵνʼ ἐμβαλόντες εἰς τὴν τῶν Βοίων χώραν ἀντιπερισπῶσι τοὺς ἐξεληλυθότας.
他们被部署在加拉太的边界上,目的是让他们攻入波伊人的领地,从而牵制并引回那些已经出征的加拉太人。
τὰ μὲν οὖν προκαθήμενα στρατόπεδα τῆς χώρας ταῦτʼ ἦν.
那么,前去防卫国土的军队就是这些。
§2.24.9ἐν δὲ τῇ Ῥώμῃ διέτριβον ἡτοιμασμένοι χάριν τῶν συμβαινόντων ἐν τοῖς πολέμοις, ἐφεδρείας ἔχοντες τάξιν, Ῥωμαίων μὲν αὐτῶν πεζοὶ δισμύριοι, μετὰ δὲ τούτων ἱππεῖς χίλιοι καὶ πεντακόσιοι, τῶν δὲ συμμάχων πεζοὶ μὲν τρισμύριοι, δισχίλιοι δʼ ἱππεῖς.
留守在罗马城内、为应对战争中各种突发事件而做好准备的预备队中,有罗马人自身的两万名步兵和一千五百名骑兵,同盟军中则有三万名步兵和二千名骑兵。
§2.24.10καταγραφαὶ δʼ ἀνηνέχθησαν Λατίνων μὲν ὀκτακισμύριοι πεζοί, πεντακισχίλιοι δʼ ἱππεῖς, Σαυνιτῶν δὲ πεζοὶ μὲν ἑπτακισμύριοι, μετὰ δὲ τούτων ἱππεῖς ἑπτακισχίλιοι, §2.24.11καὶ μὴν Ἰαπύγων καὶ Μεσσαπίων συνάμφω πεζῶν μὲν πέντε μυριάδες, ἱππεῖς δὲ μύριοι σὺν ἑξακισχιλίοις, §2.24.12Λευκανῶν δὲ πεζοὶ μὲν τρισμύριοι, τρισχίλιοι δʼ ἱππεῖς, Μαρσῶν δὲ καὶ Μαρρουκίνων καὶ Φερεντάνων, ἔτι δʼ Οὐεστίνων πεζοὶ μὲν δισμύριοι, τετρακισχίλιοι δʼ ἱππεῖς.
呈报上来的名册显示,拉丁人有八万名步兵和五千名骑兵,萨姆尼特人有七万名步兵和七千名骑兵,此外,雅皮格斯人和梅萨皮奥伊人合计有五万名步兵和一万六千名骑兵,卢卡尼亚人有三万名步兵和三千名骑兵,马尔西人、马鲁基尼人、费伦塔尼人以及维斯蒂尼人共有二万名步兵和四千名骑兵。
§2.24.13ἔτι γε μὴν καὶ ἐν Σικελίᾳ καὶ Τάραντι στρατόπεδα δύο παρεφήδρευεν, ὧν ἑκάτερον ἦν ἀνὰ τετρακισχιλίους καὶ διακοσίους πεζούς, ἱππεῖς δὲ διακοσίους.
此外,在西西里和塔兰托也驻守着两个作为预备队的军团,每个军团各拥有四千二百名步兵和二百名骑兵。
§2.24.14Ῥωμαίων δὲ καὶ Καμπανῶν ἡ πληθὺς πεζῶν μὲν εἰς εἴκοσι καὶ πέντε κατελέχθησαν μυριάδες, ἱππέων δʼ ἐπὶ ταῖς δύο μυριάσιν ἐπῆσαν ἔτι τρεῖς χιλιάδες.
罗马人和坎帕尼亚人的总人数被登记为二十五万名步兵,骑兵则在两万人之上再加三千人。
§2.24.15ὥστʼ εἶναι τὸ [κεφάλαιον τῶν μὲν προκαθημένων τῆς Ῥώμης δυνάμεων πεζοὶ μὲν ὑπὲρ πεντεκαίδεκα μυριάδες,
从而使[前去防卫罗马的军队总数:步兵在十五万人以上,骑兵约为六千人。
§2.24.16ἱππεῖς δὲ πρὸς ἑξακισχιλίους, τὸ δὲ] σύμπαν πλῆθος τῶν δυναμένων ὅπλα βαστάζειν, αὐτῶν τε Ῥωμαίων καὶ τῶν συμμάχων, πεζῶν ὑπὲρ τὰς ἑβδομήκοντα μυριάδας, ἱππέων δʼ εἰς ἑπτὰ μυριάδας.
而]能够拿起武器的所有人口——包括罗马人自己及其同盟者——其总数超过了七十万名步兵,骑兵则达到约七万人。
§2.24.17ἐφʼ οὓς Ἀννίβας ἐλάττους ἔχων δισμυρίων ἐπέβαλεν εἰς τὴν Ἰταλίαν.
汉尼拔率领着不到两万人的兵力,对他们发起了对意大利的入侵。
περὶ μὲν οὖν τούτων ἐν τοῖς ἑξῆς σαφέστερον ἐκποιήσει κατανοεῖν.
关于这些事情,在接下来的章节中将能够更清楚地予以理解。