§2.2.1κατὰ δὲ τοὺς καιροὺς τούτους Ῥωμαῖοι τὴν πρώτην διάβασιν εἰς τὴν Ἰλλυρίδα καὶ ταῦτα τὰ μέρη τῆς Εὐρώπης ἐπεβάλοντο ποιεῖσθαι μετὰ δυνάμεως.
在此期间,罗马人首次企图率领军队渡海前往伊利里亚和欧洲的这些地区。
ἅπερ οὐ παρέργως, §2.2.2ἀλλὰ μετʼ ἐπιστάσεως θεωρητέον τοῖς βουλομένοις ἀληθινῶς τήν τε πρόθεσιν τὴν ἡμετέραν συνθεάσασθαι καὶ τὴν αὔξησιν καὶ κατασκευὴν τῆς Ῥωμαίων δυναστείας.
此事不可草率对待,而必须由那些真正希望既能理解我们的意图、又能看清罗马统治权增长与建立过程的人,予以密切的关注和审视。
§2.2.3ἔγνωσαν δὲ διαβαίνειν διά τινας τοιαύτας αἰτίας.
他们决定渡海,乃是出于以下类似的原因。
§2.2.4Ἄγρων ὁ τῶν Ἰλλυριῶν βασιλεὺς ἦν μὲν υἱὸς Πλευράτου, δύναμιν δὲ πεζὴν καὶ ναυτικὴν μεγίστην ἔσχε τῶν πρὸ αὐτοῦ βεβασιλευκότων ἐν Ἰλλυριοῖς.
伊利里亚人的国王阿格隆是普勒乌拉托斯之子,他所拥有的步兵和海军力量,比在他之前统治伊利里亚的任何人都更为强大。
§2.2.5οὗτος ὑπὸ Δημητρίου τοῦ Φιλίππου πατρὸς πεισθεὶς χρήμασιν ὑπέσχετο βοηθήσειν Μεδιωνίοις ὑπʼ Αἰτωλῶν πολιορκουμένοις.
他在受到菲利普之父德米特里用金钱游说后,承诺援助那些正被埃托利亚人围攻的梅迪翁人。
§2.2.6Αἰτωλοὶ γὰρ οὐδαμῶς δυνάμενοι πεῖσαι Μεδιωνίους μετέχειν σφίσι τῆς αὐτῆς πολιτείας, ἐπεβάλοντο κατὰ κράτος ἑλεῖν αὐτούς.
因为埃托利亚人无论如何也无法说服梅迪翁人加入他们共同的政体,便企图用武力夺取该城。
§2.2.7στρατεύσαντες οὖν πανδημεὶ καὶ περιστρατοπεδεύσαντες αὐτῶν τὴν πόλιν κατὰ τὸ συνεχὲς ἐπολιόρκουν, πᾶσαν βίαν προσφέροντες καὶ μηχανήν.
于是他们动员了全体民众出征,包围了他们的城市,并不断进行围攻,施加了一切武力和攻城器械。
§2.2.8συνάψαντος δὲ τοῦ χρόνου τῶν ἀρχαιρεσίων, καὶ δέον στρατηγὸν ἕτερον αἱρεῖσθαι, καὶ τῶν πολιορκουμένων ἤδη κακῶς διακειμένων καὶ δοκούντων ἀνʼ ἑκάστην ἡμέραν ἐνδώσειν ἑαυτούς, ὁ προϋπάρχων στρατηγὸς προσφέρει λόγον τοῖς Αἰτωλοῖς φάσκων, §2.2.9ἐπειδὴ τὰς κακοπαθείας καὶ τοὺς κινδύνους αὐτὸς ἀναδέδεκται τοὺς κατὰ τὴν πολιορκίαν, δίκαιον εἶναι καὶ τὴν οἰκονομίαν τῶν λαφύρων, ἐπὰν κρατήσωσι, καὶ τὴν ἐπιγραφὴν τῶν ὅπλων ἑαυτῷ συγχωρεῖσθαι.
当选举的时期临近、必须选出另一位将军时,且被围困的人们已经陷入困境、似乎每天都可能投降,现任的将军向埃托利亚人提出建议,声称:既然他自己承担了围城战中的种种艰辛与危险,那么在攻占该城后,战利品的分配管理和武具上刻写铭文的荣誉都理应让给他。
τινῶν δέ, §2.2.10καὶ μάλιστα τῶν προϊόντων πρὸς τὴν ἀρχήν, ἀμφισβητούντων πρὸς τὰ λεγόμενα καὶ παρακαλούντων τὰ πλήθη μὴ προδιαλαμβάνειν, ἀλλʼ ἀκέραιον ἐᾶν, ᾧ ποτʼ ἂν ἡ τύχη βουληθῇ περιθεῖναι τοῦτον τὸν στέφανον, §2.2.11ἔδοξε τοῖς Αἰτωλοῖς, ὃς ἂν ἐπικατασταθεὶς στρατηγὸς κρατήσῃ τῆς πόλεως, κοινὴν ποιεῖν τῷ προϋπάρχοντι καὶ τὴν οἰκονομίαν
然而,由于某些人,特别是那些竞选该职位的人,对这些言论提出异议,并劝阻大众不要预先做决定,而应保持原样,留给命运想要赐予这顶桂冠的任何人,埃托利亚人便决议,无论是谁继任将军并攻占该城,都应与现任将军共同管理分配事务