Humanitext Reader

ポリュビオス · 歴史 §2.14.1-2.14.12

イタリアの地理的形状とポー川流域の平原

102 / 1311 箇所 · ギリシア語

要旨

著者は、イタリアにおけるケルト人との戦争の歴史について予備的な説明を行うと述べ、イタリアの地理的形状(三角形)と、その最北部に広がるポー川流域の平原の境界線について解説する。

§2.14.1Ἰταλίαν Κελτοὺς πόλεμον.
イタリアのケルト人に対する戦争[を直ちに開始した]。
ὑπὲρ ὧν δοκεῖ μοι χρήσιμον εἶναι κεφαλαιώδη μὲν ποιήσασθαι τὴν ἐξήγησιν, ἵνα τὸ τῆς προκατασκευῆς οἰκεῖον συσσώσωμεν κατὰ τὴν ἐξ ἀρχῆς πρόθεσιν, ἀναδραμεῖν δὲ τοῖς χρόνοις ἐπὶ τὴν ἀρχήν, ἐξ ὅτου κατέσχον οἱ προειρημένοι τὴν χώραν·
これら[のケルト人]に関して、私には、一方で概要を述べた説明を行うことが有益であると思われる。 それは、当初の意図に従って予備的叙述にふさわしい性質を保つためである。 他方で、上述の者たちがこの土地を占有した当初の時点へと年代を遡ることも有益である。
§2.14.2ἡγοῦμαι γὰρ τὴν περὶ αὐτῶν ἱστορίαν οὐ μόνον ἀξίαν εἶναι γνώσεως καὶ μνήμης, ἀλλὰ καὶ τελέως ἀναγκαίαν χάριν τοῦ μαθεῖν τίσι μετὰ ταῦτα πιστεύσας ἀνδράσι καὶ τόποις Ἀννίβας ἐπεβάλετο καταλύειν τὴν Ῥωμαίων δυναστείαν.
というのも、彼らに関する歴史は知ることと記憶に値するだけでなく、のちにハンニバルがどのような人々や土地を頼りにしてローマ人の支配を打倒しようと企てたかを学ぶために、完全に必要不可欠であると私は考えるからである。
§2.14.3πρῶτον δὲ περὶ τῆς χώρας ῥητέον ποία τίς ἐστιν καὶ πῶς κεῖται πρὸς τὴν ἄλλην Ἰταλίαν.
しかし、まずはその土地について、それがどのような性質のものであり、イタリアの他の地域に対してどのように位置しているかを述べなければならない。
οὕτως γὰρ ἔσται καὶ τὰ περὶ τὰς πράξεις διαφέροντα κατανοεῖν βέλτιον, ὑπογραφέντων τῶν περί τε τοὺς τόπους καὶ τὴν χώραν ἰδιωμάτων.
というのも、場所と土地の特徴があらかじめ示されていれば、歴史的事績に関する相違点をもよりよく理解することができるようになるからである。
§2.14.4τῆς δὴ συμπάσης Ἰταλίας τῷ σχήματι τριγωνοειδοῦς ὑπαρχούσης, τὴν μὲν μίαν ὁρίζει πλευρὰν αὐτῆς τὴν πρὸς τὰς ἀνατολὰς κεκλιμένην ὅ τʼ Ἰόνιος πόρος καὶ κατὰ τὸ συνεχὲς ὁ κατὰ τὸν Ἀδρίαν κόλπος, τὴν δὲ πρὸς μεσημβρίαν καὶ δυσμὰς τετραμμένην τὸ Σικελικὸν καὶ Τυρρηνικὸν πέλαγος.
さて、イタリア全体はその形状において三角形であるため、そのうち東に面している一辺をイオニア海と、それに連続するアドリア海が画定し、南と西に向いている一辺をシケリア海とティレニア海が画定している。
§2.14.5αὗται δʼ αἱ πλευραὶ συμπίπτουσαι πρὸς ἀλλήλας κορυφὴν ποιοῦσι τοῦ τριγώνου τὸ προκείμενον ἀκρωτήριον τῆς Ἰταλίας εἰς τὴν μεσημβρίαν, ὃ προσαγορεύεται μὲν Κόκυνθος, διαιρεῖ δὲ τὸν Ἰόνιον πόρον καὶ τὸ Σικελικὸν πέλαγος.
そして、これらの辺は互いに交わって、南に突き出たイタリアの岬を三角形の頂点として形成している。 その岬はコキュントスと呼ばれ、イオニア海とシケリア海を分けている。
§2.14.6τὴν δὲ λοιπὴν τὴν παρά τε τὰς ἄρκτους καὶ τὴν μεσόγαιαν παρατείνουσαν ὁρίζει κατὰ τὸ συνεχὲς ἡ τῶν Ἄλπεων παρώρεια, λαμβάνουσα τὴν μὲν ἀρχὴν ἀπὸ Μασσαλίας καὶ τῶν ὑπὲρ τὸ Σαρδῷον πέλαγος τόπων, παρήκουσα δὲ συνεχῶς μέχρι πρὸς τὸν τοῦ παντὸς Ἀδρίου μυχόν, πλὴν βραχέος, ὃ προκαταλήγουσα λείπει τοῦ μὴ συνάπτειν αὐτῷ.
残りの、北および内陸に沿って延びている一辺を、アルプス山脈のふもとが連続して画定している。 それはマッサリアおよびサルディニア海の上方の地域に端を発し、アドリア海全体の最奥部に至るまで連続して延びているが、わずかな部分だけ、それに合流する手前で終わっている。
§2.14.7παρὰ δὲ τὴν προειρημένην παρώρειαν, ἣν δεῖ νοεῖν ὡσανεὶ βάσιν τοῦ τριγώνου, παρὰ ταύτην ἀπὸ μεσημβρίας ὑπόκειται πεδία τῆς συμπάσης Ἰταλίας τελευταῖα πρὸς τὰς ἄρκτους, ὑπὲρ ὧν ὁ νῦν δὴ λόγος, ἀρετῇ καὶ μεγέθει διαφέροντα τῶν κατὰ τὴν Εὐρώπην, ὅσα πέπτωκεν ὑπὸ τὴν ἡμετέραν ἱστορίαν.
上述の山脈のふもと――これは言わば三角形の底辺と見なされるべきであるが――に沿って、これに沿った南側に、イタリア全体のうちで最も北に位置する平原が広がっている。 それについてが今まさに語ろうとしている主題であるが、この平原は、私たちの歴史記述の対象となるヨーロッパの他のあらゆる平原を、豊かさと大きさにおいて凌駕している。
§2.14.8ἔστι δὲ τὸ μὲν ὅλον εἶδος καὶ τῆς ταῦτα τὰ πεδία περιγραφούσης γραμμῆς τριγωνοειδές.
そして、これらの平原を画定している境界線の全体的な形状もまた三角形である。
τούτου δὲ τοῦ σχήματος τὴν μὲν κορυφὴν ἥ τε τῶν Ἀπεννίνων καλουμένων ὀρῶν καὶ τῶν Ἀλπεινῶν σύμπτωσις οὐ μακρὰν ἀπὸ τοῦ Σαρδῴου πελάγους ὑπὲρ Μασσαλίας ἀποτελεῖ.
この図形の頂点は、マッサリアの上方、サルディニア海から遠くないところでの、アペニンと呼ばれる山脈とアルプス山脈との合流点によって形成されている。
§2.14.9τῶν δὲ πλευρῶν παρὰ μὲν τὴν ἀπὸ τῶν ἄρκτων, ὡς ἐπάνω προεῖπον, τὰς Ἄλπεις αὐτὰς ἐπὶ δισχιλίους καὶ διακοσίους σταδίους παρήκειν συμβαίνει,
その辺のうち、北側の辺に沿っては、上で私が述べたように、アルプス山脈自体が2200スタディオンにわたって延びている。
§2.14.10παρὰ δὲ τὴν ἀπὸ μεσημβρίας τὸν Ἀπεννῖνον ἐπὶ τρισχιλίους ἑξακοσίους.
南側の辺に沿っては、アペニン山脈が3600スタディオンにわたって延びている。
§2.14.11βάσεώς γε μὴν τάξιν λαμβάνει τοῦ παντὸς σχήματος ἡ παραλία τοῦ κατὰ τὸν Ἀδρίαν κόλπου·
さらに、図形全体の底辺の役割を果たしているのは、アドリア海の沿岸部である。
τὸ δὲ μέγεθος τῆς βάσεώς ἐστιν ἀπὸ πόλεως Σήνης ἕως ἐπὶ τὸν μυχὸν ὑπὲρ τοὺς δισχιλίους σταδίους καὶ πεντακοσίους,
その底辺の長さは、セネの街から最奥部に至るまで、2500スタディオン以上である。
§2.14.12ὥστε τὴν πᾶσαν περίμετρον τῶν προειρημένων πεδίων μὴ πολὺ λείπειν
その結果、上述の平原の全外周は、...にわずかに及ばないだけである。

語釈・文法注

  1. §2.14.1ὑπὲρ ὧν — 関係代名詞 `ὧν` は前文の `Κελτοὺς` を先行詞とする。また、`δοκεῖ μοι` に続く不定詞句は `ποιήσασθαι` と `ἀναδραμεῖν` の二つであり、これらが並列関係にある。
  2. §2.14.2τίσι μετὰ ταῦτα πιστεύσας ἀνδράσι — `πιστεύσας` は主節の主語 `Ἀννίβας` に一致する一致分詞(アオリスト能動態)。疑問代名詞 `τίσι` が修飾する `ἀνδράσι` および `τόποις` は、この分詞が支配する与格である。
  3. §2.14.6τοῦ μὴ συνάπτειν — 動詞 `λείπω`(欠ける、至らない)に続く属格不定詞に、余剰な否定の `μή` が加わり、「〜するに至らない」という否定的な結果を表す。
  4. §2.14.10παρὰ δὲ τὴν ἀπὸ μεσημβρίας — 前節(§2.14.9)の動詞句 `παρήκειν συμβαίνει` が、対格の主語 `τὸν Ἀπεννῖνον`(および数詞 `τρισχιλίους ἑξακοσίους`)を伴って省略されている。

この箇所を引用する

ポリュビオス, 歴史 §2.14.1-2.14.12. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:2.14.1-2.14.12

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。