Humanitext Reader

波利比奥斯 · 历史 §2.14.1-2.14.12

意大利的地理形状与波河平原的边界

第 102 段,共 1311 段 · 希腊语

内容简介

作者指出他将对意大利凯尔特人战争的历史进行预备性叙述,并介绍意大利的三角形地理形状以及分布于其最北端的平原边界。

§2.14.1Ἰταλίαν Κελτοὺς πόλεμον.
[战争],即针对意大利境内的凯尔特人的战争。
ὑπὲρ ὧν δοκεῖ μοι χρήσιμον εἶναι κεφαλαιώδη μὲν ποιήσασθαι τὴν ἐξήγησιν, ἵνα τὸ τῆς προκατασκευῆς οἰκεῖον συσσώσωμεν κατὰ τὴν ἐξ ἀρχῆς πρόθεσιν, ἀναδραμεῖν δὲ τοῖς χρόνοις ἐπὶ τὴν ἀρχήν, ἐξ ὅτου κατέσχον οἱ προειρημένοι τὴν χώραν·
关于他们,我认为一方面进行概述性的叙述是有益的,以便按照最初的意图保持预备性叙述的本色;另一方面,在时间上追溯到最初,即从上述人群占领该土地时开始。
§2.14.2ἡγοῦμαι γὰρ τὴν περὶ αὐτῶν ἱστορίαν οὐ μόνον ἀξίαν εἶναι γνώσεως καὶ μνήμης, ἀλλὰ καὶ τελέως ἀναγκαίαν χάριν τοῦ μαθεῖν τίσι μετὰ ταῦτα πιστεύσας ἀνδράσι καὶ τόποις Ἀννίβας ἐπεβάλετο καταλύειν τὴν Ῥωμαίων δυναστείαν.
因为我认为关于他们的历史不仅值得了解和铭记,而且对于了解汉尼拔后来依靠哪些人和地方企图摧毁罗马人的统治而言,是完全必不可少的。
§2.14.3πρῶτον δὲ περὶ τῆς χώρας ῥητέον ποία τίς ἐστιν καὶ πῶς κεῖται πρὸς τὴν ἄλλην Ἰταλίαν.
但首先必须说明该地区是怎样的,以及它相对于意大利其他地方的位置。
οὕτως γὰρ ἔσται καὶ τὰ περὶ τὰς πράξεις διαφέροντα κατανοεῖν βέλτιον, ὑπογραφέντων τῶν περί τε τοὺς τόπους καὶ τὴν χώραν ἰδιωμάτων.
因为只有这样,在勾勒出两地和该国特征之后,才能更好地理解具体的事迹。
§2.14.4τῆς δὴ συμπάσης Ἰταλίας τῷ σχήματι τριγωνοειδοῦς ὑπαρχούσης, τὴν μὲν μίαν ὁρίζει πλευρὰν αὐτῆς τὴν πρὸς τὰς ἀνατολὰς κεκλιμένην ὅ τʼ Ἰόνιος πόρος καὶ κατὰ τὸ συνεχὲς ὁ κατὰ τὸν Ἀδρίαν κόλπος, τὴν δὲ πρὸς μεσημβρίαν καὶ δυσμὰς τετραμμένην τὸ Σικελικὸν καὶ Τυρρηνικὸν πέλαγος.
既然整个意大利在形状上呈三角形,其朝东倾斜的一侧由爱奥尼亚海及与之相连的亚得里亚海湾所界定,而朝向南方和西方的一侧则由西西里海和第勒尼安海所界定。
§2.14.5αὗται δʼ αἱ πλευραὶ συμπίπτουσαι πρὸς ἀλλήλας κορυφὴν ποιοῦσι τοῦ τριγώνου τὸ προκείμενον ἀκρωτήριον τῆς Ἰταλίας εἰς τὴν μεσημβρίαν, ὃ προσαγορεύεται μὲν Κόκυνθος, διαιρεῖ δὲ τὸν Ἰόνιον πόρον καὶ τὸ Σικελικὸν πέλαγος.
这些侧面相互交汇,在向南延伸的意大利角处形成三角形的顶点,该角被称为科昆托斯,它分隔了爱奥尼亚海和西西里海。
§2.14.6τὴν δὲ λοιπὴν τὴν παρά τε τὰς ἄρκτους καὶ τὴν μεσόγαιαν παρατείνουσαν ὁρίζει κατὰ τὸ συνεχὲς ἡ τῶν Ἄλπεων παρώρεια, λαμβάνουσα τὴν μὲν ἀρχὴν ἀπὸ Μασσαλίας καὶ τῶν ὑπὲρ τὸ Σαρδῷον πέλαγος τόπων, παρήκουσα δὲ συνεχῶς μέχρι πρὸς τὸν τοῦ παντὸς Ἀδρίου μυχόν, πλὴν βραχέος, ὃ προκαταλήγουσα λείπει τοῦ μὴ συνάπτειν αὐτῷ.
剩下的一侧,即沿着北方和内陆延伸的部分,由阿尔卑斯山脉连续界定,它起自马赛及撒丁海以上的地区,一直连续延伸到整个亚得里亚海的最深处,只留下一小部分,由于在到达之前就结束了而未能与之相接。
§2.14.7παρὰ δὲ τὴν προειρημένην παρώρειαν, ἣν δεῖ νοεῖν ὡσανεὶ βάσιν τοῦ τριγώνου, παρὰ ταύτην ἀπὸ μεσημβρίας ὑπόκειται πεδία τῆς συμπάσης Ἰταλίας τελευταῖα πρὸς τὰς ἄρκτους, ὑπὲρ ὧν ὁ νῦν δὴ λόγος, ἀρετῇ καὶ μεγέθει διαφέροντα τῶν κατὰ τὴν Εὐρώπην, ὅσα πέπτωκεν ὑπὸ τὴν ἡμετέραν ἱστορίαν.
沿着上述山脉(这应当被视为三角形的底边),在它的南侧,分布着整个意大利最北端的平原(这就是我们现在所要讨论的主题),在肥沃程度和面积上,它都超越了我们历史叙述所涉及的欧洲其他所有平原。
§2.14.8ἔστι δὲ τὸ μὲν ὅλον εἶδος καὶ τῆς ταῦτα τὰ πεδία περιγραφούσης γραμμῆς τριγωνοειδές.
这些平原的边界整体形状也是三角形。
τούτου δὲ τοῦ σχήματος τὴν μὲν κορυφὴν ἥ τε τῶν Ἀπεννίνων καλουμένων ὀρῶν καὶ τῶν Ἀλπεινῶν σύμπτωσις οὐ μακρὰν ἀπὸ τοῦ Σαρδῴου πελάγους ὑπὲρ Μασσαλίας ἀποτελεῖ.
这一图形的顶点是由被称为亚平宁的山脉与阿尔卑斯山脉的交汇处形成的,该交汇处距离撒丁海不远,位于马赛上方。
§2.14.9τῶν δὲ πλευρῶν παρὰ μὲν τὴν ἀπὸ τῶν ἄρκτων, ὡς ἐπάνω προεῖπον, τὰς Ἄλπεις αὐτὰς ἐπὶ δισχιλίους καὶ διακοσίους σταδίους παρήκειν συμβαίνει, §2.14.10παρὰ δὲ τὴν ἀπὸ μεσημβρίας τὸν Ἀπεννῖνον ἐπὶ τρισχιλίους ἑξακοσίους.
在各侧边中,沿着北侧的一边,如我上面所说,阿尔卑斯山脉本身延伸了二千二百斯塔德,沿着南侧的一边,亚平宁山脉延伸了三千六百斯塔德。
§2.14.11βάσεώς γε μὴν τάξιν λαμβάνει τοῦ παντὸς σχήματος ἡ παραλία τοῦ κατὰ τὸν Ἀδρίαν κόλπου· τὸ δὲ μέγεθος τῆς βάσεώς ἐστιν ἀπὸ πόλεως Σήνης ἕως ἐπὶ τὸν μυχὸν ὑπὲρ τοὺς δισχιλίους σταδίους καὶ πεντακοσίους, §2.14.12ὥστε τὴν πᾶσαν περίμετρον τῶν προειρημένων πεδίων μὴ πολὺ λείπειν
至于整个图形的底边,则由亚得里亚海湾的海岸线充当;底边的长度从塞内城到最深处超过了二千五百斯塔德,使得上述平原的总周长相差不远于……

词汇与语法注释

  1. §2.14.1ὑπὲρ ὧν — 关系代名词 `ὧν` 以前文的 `Κελτοὺς` 为先行词。依赖于 `δοκεῖ μοι` 的不定式短语有 `ποιήσασθαι` 和 `ἀναδραμεῖν` 两个,两者呈并列关系。
  2. §2.14.2τίσι μετὰ ταῦτα πιστεύσας ἀνδράσι — `πιστεύσας` 是与主句主语 `Ἀννίβας` 一致的伴随分词(不定过去时主动)。疑问代词 `τίσι` 修饰的 `ἀνδράσι` 和 `τόποις` 是该分词所支配的与格。
  3. §2.14.6τοῦ μὴ συνάπτειν — 动词 `λείπω`(缺少、未达)后接的属格不定式中,带有冗余的否定词 `μή`,用以表达否定的结果,意为“未能相接”。
  4. §2.14.10παρὰ δὲ τὴν ἀπὸ μεσημβρίας — 前一节(§2.14.9)的动词短语 `παρήκειν συμβαίνει` 在此被省略,需要补足并与宾格主语 `τὸν Ἀπεννῖνον`(以及数字 `τρισχιλίους ἑξακοσίους.`)相连。

引用这一段

波利比奥斯, 历史 §2.14.1-2.14.12. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:2.14.1-2.14.12

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。