§2.13.1Ἀσδρούβας δὲ κατὰ τοὺς αὐτοὺς χρόνους — ἐν γὰρ τούτοις ἀπελίπομεν τὰ κατὰ τὴν Ἰβηρίαν — νουνεχῶς καὶ πραγματικῶς χειρίζων τὰ κατὰ τὴν ἀρχὴν ἔν τε τοῖς ὅλοις μεγάλην ἐποιεῖτο προκοπήν, τήν τε παρὰ μὲν τισὶ Καρχηδόνα, παρὰ δὲ τισὶ Καινὴν πόλιν προσαγορευομένην κατασκευάσας οὐ μικρά, μεγάλα δὲ συνεβάλλετο Καρχηδονίοις εἰς πραγμάτων λόγον,
ハスドルバルは同時代に――というのも、私たちはこのあたりでイベリアの情勢についての記述を中断していたからである――自らの支配地域を賢明かつ実際的に統治し、全体として大いなる前進を遂げており、またある人々からは「カルタゴ」、別の人々からは「新都市」と呼ばれる都市を建設したことで、カルタゴ人にとって国益の観点から小さからぬ、いや大いなる寄与を果たした。
§2.13.2καὶ μάλιστα διὰ τὴν εὐκαιρίαν τοῦ τόπου πρός τε τὰ κατὰ τὴν Ἰβηρίαν πράγματα καὶ πρὸς τὰ κατὰ τὴν Λιβύην, περὶ ἧς ἡμεῖς εὐφυέστερον καιρὸν λαβόντες ὑποδείξομεν τὴν θέσιν αὐτῆς καὶ τὴν χρείαν, ἣν ἀμφοτέραις δύναται παρέχεσθαι ταῖς εἰρημέναις χώραις.
そしてとりわけ、その場所の、イベリアの情勢にとってもリビアの情勢にとっても好都合な立地のおかげであった。 リビアについては、私たちがより好都合な機会を得たときに、その位置関係と、上述の両地方に対して提供しうる実用性とを示すことにする。
§2.13.3ὃν καὶ θεωροῦντες Ῥωμαῖοι μείζω καὶ φοβερωτέραν ἤδη συνιστάμενον δυναστείαν, ὥρμησαν ἐπὶ τὸ πολυπραγμονεῖν τὰ κατὰ τὴν Ἰβηρίαν.
ローマ人たちも、彼がすでに、より大きく、より恐るべき支配権を築き上げつつあるのを見て、イベリアの情勢に関与することに乗り出した。
§2.13.4εὑρόντες δὲ σφᾶς ἐπικεκοιμημένους ἐν τοῖς ἔμπροσθεν χρόνοις καὶ προειμένους εἰς τὸ μεγάλην χεῖρα κατασκευάσασθαι Καρχηδονίους, ἀνατρέχειν ἐπειρῶντο κατὰ δύναμιν.
そして、自分たちが以前の時期に油断しており、カルタゴ人が大いなる勢力を築くのを許してしまっていたことに気づき、できる限りその遅れを取り戻そうと努めた。
§2.13.5αὐτόθεν μὲν οὖν ἐπιτάττειν ἢ πολεμεῖν οὐ κατετόλμων τοῖς Καρχηδονίοις διὰ τὸ τὸν ἀπὸ τῶν Κελτῶν φόβον ἐπικρέμασθαι τοῖς σφετέροις πράγμασιν καὶ μόνον οὐ καθʼ ἑκάστην ἡμέραν προσδοκᾶν τὴν ἔφοδον αὐτῶν.
したがって、ただちにカルタゴ人に対して命令を下したり、戦争を仕掛けたりすることは、彼らはあえてしなかった。 なぜなら、ケルト人に対する恐怖が自国の情勢の上にのしかかっており、ほぼ毎日のように彼らの襲撃を予想していたからである。
§2.13.6καταψήσαντες δὲ καὶ πραΰναντες τὸν Ἀσδρούβαν, οὕτως ἔκριναν ἐγχειρεῖν τοῖς Κελτοῖς καὶ διακινδυνεύειν πρὸς αὐτούς, οὐδέποτʼ ἂν ὑπολαμβάνοντες οὐχ οἷον δυναστεῦσαι τῶν κατὰ τὴν Ἰταλίαν, ἀλλʼ οὐδʼ ἀσφαλῶς οἰκῆσαι τὴν ἑαυτῶν πατρίδα, τούτους ἔχοντες ἐφέδρους τοὺς ἄνδρας.
むしろ、彼らはハスドルバルをなだめ、和らげた上で、このようにしてケルト人たちに立ち向かい、彼らと雌雄を決することを決意した。 なぜなら、これらの男たちを背後の脅威として抱えたままでは、イタリアを支配することはおろか、安全に自らの祖国に居住することすら決してできないと考えたからである。
§2.13.7διόπερ ἅμα τῷ διαπρεσβευσάμενοι πρὸς τὸν Ἀσδρούβαν ποιήσασθαι συνθήκας, ἐν αἷς τὴν μὲν ἄλλην Ἰβηρίαν παρεσιώπων, τὸν δὲ καλούμενον Ἴβηρα ποταμὸν οὐκ ἔδει Καρχηδονίους ἐπὶ πολέμῳ διαβαίνειν, εὐθέως ἐξήνεγκαν τὸν πρὸς τοὺς κατὰ τὴν
それゆえ、ハスドルバルのもとに使節を送って条約を結ぶと同時に――その中ではイベリアの他の地域については触れず、いわゆるイベロス川をカルタゴ人が戦争目的で渡ってはならないと定められていた――直ちに、...に住む人々に対する[戦争]を開始した。