§2.12.1Γνάιος μὲν οὖν Φόλουιος εἰς τὴν Ῥώμην ἀπέπλευσε, τὸ πλεῖον ἔχων μέρος τῆς τε ναυτικῆς καὶ πεζικῆς στρατιᾶς.
グナエウス・フルウィウスは、海軍および陸軍の大部分を率いて、ローマへと出航した。
§2.12.2ὁ δὲ Ποστόμιος ὑπολειπόμενος τετταράκοντα σκάφη καὶ στρατόπεδον ἐκ τῶν περικειμένων πόλεων ἁθροίσας παρεχείμαζε, συνεφεδρεύων τῷ τε τῶν Ἀρδιαίων ἔθνει καὶ τοῖς ἄλλοις τοῖς δεδωκόσιν ἑαυτοὺς εἰς τὴν πίστιν.
一方、ポストゥミウスは、四十隻の船を手元に残し、周辺の都市から軍隊を招集して冬を越し、アルディアイ人の部族と、その他自らを信義に委ねた者たちを共同で警戒していた。
§2.12.3ὑπὸ δὲ τὴν ἐαρινὴν ὥραν ἡ Τεύτα διαπρεσβευσαμένη πρὸς τοὺς Ῥωμαίους ποιεῖται συνθήκας, ἐν αἷς εὐδόκησε φόρους τε τοὺς διαταχθέντας οἴσειν πάσης τʼ ἀναχωρήσειν τῆς Ἰλλυρίδος πλὴν ὀλίγων τόπων, καὶ τὸ συνέχον, ὃ μάλιστα πρὸς τοὺς Ἕλληνας διέτεινε, μὴ πλεύσειν πλέον ἢ δυσὶ λέμβοις ἔξω τοῦ Λίσσου, καὶ τούτοις ἀνόπλοις.
春の頃に、テウタはローマ人に使節を送って条約を結んだが、その中で彼女は、定められた貢納金を支払うこと、少数の地域を除くイリュリアの全土から撤退すること、そして最も重要なこととして、とりわけギリシア人に関係することであるが、リスソスより外へは二隻以上の快速船で航行しないこと、しかもそれらも非武装とすることに合意した。
§2.12.4ὧν συντελεσθέντων ὁ Ποστόμιος μετὰ ταῦτα πρεσβευτὰς ἐξαπέστειλε πρός τε τοὺς Αἰτωλοὺς καὶ τὸ τῶν Ἀχαιῶν ἔθνος·
これらが完了した後、ポストゥミウスはその後、アイトリア人とアカイア人の同盟に使節を派遣した。
οἳ καὶ παραγενόμενοι πρῶτον μὲν ἀπελογίσαντο τὰς αἰτίας τοῦ πολέμου καὶ τῆς διαβάσεως, ἑξῆς δὲ τούτοις τὰ πεπραγμένα διεξῆλθον καὶ τὰς συνθήκας παρανέγνωσαν, ἃς ἐπεποίηντο πρὸς τοὺς Ἰλλυριούς.
彼らは到着すると、まず戦争と渡航の理由を説明し、次にこれらに続いて、成し遂げられた事柄を詳細に語り、イリュリア人との間で結ばれた条約を読み聞かせた。
§2.12.5τυχόντες δὲ παρʼ ἑκατέρου τῶν ἐθνῶν τῆς καθηκούσης φιλανθρωπίας αὖθις ἀπέπλευσαν εἰς τὴν Κέρκυραν, ἱκανοῦ τινος ἀπολελυκότες φόβου τοὺς Ἕλληνας διὰ τὰς προειρημένας συνθήκας.
彼らは双方の同盟から相応の厚遇を受け、再びコルキュラへと出航した。 前述の条約のおかげで、ギリシア人たちを少なからぬ恐怖から解放した上でのことであった。
§2.12.6οὐ γὰρ τισὶν, ἀλλὰ πᾶσι τότε κοινοὺς ἐχθροὺς εἶναι συνέβαινε τοὺς Ἰλλυριούς.
というのも、当時は、一部の人々にとってではなく、すべての人々にとって、イリュリア人が共通の敵であったからである。
§2.12.7ἡ μὲν οὖν πρώτη διάβασις Ῥωμαίων μετὰ δυνάμεως εἰς τὴν Ἰλλυρίδα καὶ ταῦτα τὰ μέρη τῆς Εὐρώπης, ἔτι δʼ ἐπιπλοκὴ μετὰ πρεσβείας εἰς τοὺς κατὰ τὴν Ἑλλάδα τόπους τοιάδε καὶ διὰ ταύτας ἐγένετο τὰς αἰτίας.
このように、またこうした理由によって、ローマ軍のイリュリアおよびヨーロッパのこれらの地域への最初の武力による渡航、さらに使節を伴うギリシア地方との接触が生じたのである。
§2.12.8ἀπὸ δὲ ταύτης τῆς καταρχῆς Ῥωμαῖοι μὲν εὐθέως ἄλλους πρεσβευτὰς ἐξαπέστειλαν πρὸς Κορινθίους καὶ πρὸς Ἀθηναίους, ὅτε δὴ καὶ Κορίνθιοι πρῶτον ἀπεδέξαντο μετέχειν Ῥωμαίους τοῦ τῶν Ἰσθμίων ἀγῶνος.
この端緒から、ローマ人は直ちにコリントス人およびアテナイ人のもとへと別の使節を派遣し、この時にまさにコリントス人も初めてローマ人がイストミア競技会に参加することを認めたのである。