§2.13.1Ἀσδρούβας δὲ κατὰ τοὺς αὐτοὺς χρόνους — ἐν γὰρ τούτοις ἀπελίπομεν τὰ κατὰ τὴν Ἰβηρίαν — νουνεχῶς καὶ πραγματικῶς χειρίζων τὰ κατὰ τὴν ἀρχὴν ἔν τε τοῖς ὅλοις μεγάλην ἐποιεῖτο προκοπήν, τήν τε παρὰ μὲν τισὶ Καρχηδόνα, παρὰ δὲ τισὶ Καινὴν πόλιν προσαγορευομένην κατασκευάσας οὐ μικρά, μεγάλα δὲ συνεβάλλετο Καρχηδονίοις εἰς πραγμάτων λόγον, §2.13.2καὶ μάλιστα διὰ τὴν εὐκαιρίαν τοῦ τόπου πρός τε τὰ κατὰ τὴν Ἰβηρίαν πράγματα καὶ πρὸς τὰ κατὰ τὴν Λιβύην, περὶ ἧς ἡμεῖς εὐφυέστερον καιρὸν λαβόντες ὑποδείξομεν τὴν θέσιν αὐτῆς καὶ τὴν χρείαν, ἣν ἀμφοτέραις δύναται παρέχεσθαι ταῖς εἰρημέναις χώραις.
在同一时期——因为我们正是在这里中断了关于伊比利亚局势的叙述——哈斯德鲁巴明智且务实地管理着他的统治疆域,在整体上取得了巨大的进展,并且他通过建设一座被一些人称为“迦太基”、另一些人称为“新城”的城市,在国家利益方面为迦太基人做出了绝非微小、而是巨大的贡献,尤其是得益于该地对于伊比利亚和利比亚两地事务而言极其便利的地理位置;关于利比亚,我们在获得更合适的机会时,将会指出它的地理位置以及它能给上述两个地区提供的实用价值。
§2.13.3ὃν καὶ θεωροῦντες Ῥωμαῖοι μείζω καὶ φοβερωτέραν ἤδη συνιστάμενον δυναστείαν, ὥρμησαν ἐπὶ τὸ πολυπραγμονεῖν τὰ κατὰ τὴν Ἰβηρίαν.
罗马人看到他已经建立起更大且更可怕的支配权,也开始着手插手伊比利亚的事务。
§2.13.4εὑρόντες δὲ σφᾶς ἐπικεκοιμημένους ἐν τοῖς ἔμπροσθεν χρόνοις καὶ προειμένους εἰς τὸ μεγάλην χεῖρα κατασκευάσασθαι Καρχηδονίους, ἀνατρέχειν ἐπειρῶντο κατὰ δύναμιν.
他们发现自己以往疏忽大意,以致让迦太基人建立起庞大的势力,便竭力设法挽回局面。
§2.13.5αὐτόθεν μὲν οὖν ἐπιτάττειν ἢ πολεμεῖν οὐ κατετόλμων τοῖς Καρχηδονίοις διὰ τὸ τὸν ἀπὸ τῶν Κελτῶν φόβον ἐπικρέμασθαι τοῖς σφετέροις πράγμασιν καὶ μόνον οὐ καθʼ ἑκάστην ἡμέραν προσδοκᾶν τὴν ἔφοδον αὐτῶν.
因此,当时他们不敢直接命令迦太基人或对他们开战,因为对凯尔特人的恐惧正笼罩着他们本国的事务,而且几乎每天都在预料着凯尔特人的侵袭。
§2.13.6καταψήσαντες δὲ καὶ πραΰναντες τὸν Ἀσδρούβαν, οὕτως ἔκριναν ἐγχειρεῖν τοῖς Κελτοῖς καὶ διακινδυνεύειν πρὸς αὐτούς, οὐδέποτʼ ἂν ὑπολαμβάνοντες οὐχ οἷον δυναστεῦσαι τῶν κατὰ τὴν Ἰταλίαν, ἀλλʼ οὐδʼ ἀσφαλῶς οἰκῆσαι τὴν ἑαυτῶν πατρίδα, τούτους ἔχοντες ἐφέδρους τοὺς ἄνδρας.
因而,在安抚并抚慰了哈斯德鲁巴之后,他们才决定以此着手对付凯尔特人并与他们决一死战,因为他们认为,若有这些人在背后伺机而动,他们别说统治意大利,甚至连安全地居住在自己的祖国都绝不可能。
§2.13.7διόπερ ἅμα τῷ διαπρεσβευσάμενοι πρὸς τὸν Ἀσδρούβαν ποιήσασθαι συνθήκας, ἐν αἷς τὴν μὲν ἄλλην Ἰβηρίαν παρεσιώπων, τὸν δὲ καλούμενον Ἴβηρα ποταμὸν οὐκ ἔδει Καρχηδονίους ἐπὶ πολέμῳ διαβαίνειν, εὐθέως ἐξήνεγκαν τὸν πρὸς τοὺς κατὰ τὴν
因此,就在他们向哈斯德鲁巴派遣使节并缔结条约的同时——在条约中,尽管他们对伊比利亚的其他地方保持沉默,但规定迦太基人不得因战争跨越所谓的伊比斯河——他们便立即发动了针对生活在……的人们的[战争]。