§18.8.1τῆς δʼ ἡμέρας ἤδη προαγούσης ἐπὶ πολὺ καὶ σχεδὸν ἀπεγνωκότων τῶν περὶ τὸν Τίτον, παρῆν ὁ Φίλιππος δείλης ὀψίας ἐπιφαινόμενος μεθʼ ὧν καὶ πρότερον,
しかし、日はすでに大きく傾き、ティトゥスの周囲の者たちがほぼ諦めかけていたころ、フィリッポスは夕方遅くになって、以前と同じ者たちを伴って姿を現した。
§18.8.2κατατετριφὼς τὴν ἡμέραν, ὡς μὲν αὐτὸς ἔφη, διὰ τὴν ἀπορίαν καὶ δυσχρηστίαν τῶν ἐπιταττομένων, ὡς δὲ τοῖς ἄλλοις ἐδόκει, βουλόμενος ἐκκλεῖσαι τῷ καιρῷ τήν τε τῶν Ἀχαιῶν καὶ τὴν τῶν Αἰτωλῶν κατηγορίαν·
彼が一日を浪費したのは、自ら言うところによれば、要求されたことの困難さと煩わしさのためであったが、他の者たちに思われたところによれば、時間(の制限)によってアカイア人とアイトリア人の告発を封じることを望んだためであった。
§18.8.3ἑώρα γὰρ τῇ πρόσθεν ἀπαλλαττόμενος ἀμφοτέρους τούτους ἑτοίμους ὄντας πρὸς τὸ συμπλέκεσθαι καὶ μεμψιμοιρεῖν αὐτῷ.
というのも、彼は前日に解散する際、これら両者が自分と激しく議論し非難する準備を整えているのを見ていたからである。
§18.8.4διὸ καὶ τότε συνεγγίσας ἠξίου τὸν τῶν Ῥωμαίων στρατηγὸν ἰδίᾳ πρὸς αὐτὸν διαλεχθῆναι περὶ τῶν ἐνεστώτων, ἵνα μὴ λόγοι γένωνται μόνον ἐξ ἀμφοτέρων ἁψιμαχούντων, ἀλλὰ καὶ τέλος τι τοῖς ἀμφισβητουμένοις ἐπιτεθῇ.
それゆえそのときも、彼は近づくと、双方の非難し合う言葉の応酬だけで終わるのではなく、争点となっている事柄に何らかの決着がもたらされるように、現在の問題について自分と個人的に会談することをローマの将軍に求めた。
§18.8.5πλεονάκις δʼ αὐτοῦ παρακαλοῦντος καὶ προσαξιοῦντος, ἤρετο τοὺς συμπαρόντας ὁ Τίτος τί δέον εἴη ποιεῖν.
彼が何度も要請し促したため、ティトゥスは同席している者たちにどうすべきかを尋ねた。
§18.8.6τῶν δὲ κελευόντων συνελθεῖν καὶ διακοῦσαι τῶν λεγομένων, παραλαβὼν ὁ Τίτος Ἄππιον Κλαύδιον χιλίαρχον ὄντα τότε, τοῖς μὲν ἄλλοις μικρὸν ἀπὸ τῆς θαλάττης ἀναχωρήσασιν εἶπεν αὐτόθι μένειν, αὐτὸς δὲ τὸν Φίλιππον ἐκέλευσεν ἐκβαίνειν.
彼らが会合を持ってその言うところを聞くようにと勧めたので、ティトゥスは当時千人隊長であったアッピウス・クラウディウスを伴い、他の者たちには海から少し離れてそこで待つように告げ、自らはフィリッポスに下りてくるように命じた。
§18.8.7ὁ δὲ βασιλεὺς παραλαβὼν Ἀπολλόδωρον καὶ Δημοσθένην ἀπέβη, συμμίξας δὲ τῷ Τίτῳ διελέγετο καὶ πλείω χρόνον.
そこで王はアポロドロスとデモステネスを伴って下船し、ティトゥスと合流してかなりの時間語り合った。
§18.8.8τίνα μὲν οὖν ἦν τὰ τότε ῥηθέντα παρʼ ἑκατέρου, δυσχερὲς εἰπεῖν· ἔφη δʼ οὖν ὁ Τίτος μετὰ τὸ χωρισθῆναι τὸν Φίλιππον, διασαφῶν τοῖς ἄλλοις τὰ παρὰ τοῦ βασιλέως,
さて、そのとき双方から何が語られたかを正確に述べることは困難であるが、ティトゥスはフィリッポスと別れた後、王からの提案を他の者たちに説明して、以下のように述べた。
§18.8.9Αἰτωλοῖς μὲν ἀποδοῦναι Φάρσαλον καὶ Λάρισαν, Θήβας δʼ οὐκ ἀποδιδόναι, Ῥοδίοις δὲ τῆς μὲν Περαίας παραχωρεῖν, Ἰασοῦ δὲ καὶ Βαργυλίων οὐκ ἐκχωρεῖν·
アイトリア人にはパルサロスとラリサを返還するが、テバイは返還しないこと。 ロドス人にはペライアを譲渡するが、イアソスとバルギュリアからは撤退しないこと。
Ἀχαιοῖς δὲ παραδιδόναι τὸν Κόρινθον καὶ τὴν τῶν Ἀργείων πόλιν.
アカイア人にはコリントスとアルゴスの市を引き渡すこと。
§18.8.10Ῥωμαίοις δὲ τὰ κατὰ τὴν Ἰλλυρίδα φάναι παραδώσειν καὶ τοὺς αἰχμαλώτους πάντας, Ἀττάλῳ δὲ τάς τε ναῦς ἀποκαταστήσειν καὶ τῶν ἀνδρῶν τῶν ἐν ταῖς ναυμαχίαις ἁλόντων ὅσοι περίεισι.
またローマ人には、イリュリア地方の領地とすべての捕虜を引き渡すと王が言ったこと、さらにアッタロスには、船を返還し、海戦で捕らえられた者のうち生存している全員を返還すること。