Humanitext Reader

波利比奥斯 · 历史 §18.8.1-18.8.10

腓力与提图斯的单独会谈及和平提案

第 897 段,共 1311 段 · 希腊语

内容简介

腓力在傍晚迟迟出现,与提图斯进行了单独协商,并提出了实现和平的具体领土归还与撤出条件,提图斯随后向其他使节说明了这些提议。

§18.8.1τῆς δʼ ἡμέρας ἤδη προαγούσης ἐπὶ πολὺ καὶ σχεδὸν ἀπεγνωκότων τῶν περὶ τὸν Τίτον, παρῆν ὁ Φίλιππος δείλης ὀψίας ἐπιφαινόμενος μεθʼ ὧν καὶ πρότερον,
然而,当时天色已晚,提图斯身边的人几乎已经放弃了希望,腓力才在傍晚迟迟出现,身边带着和之前一样的随从。
§18.8.2κατατετριφὼς τὴν ἡμέραν, ὡς μὲν αὐτὸς ἔφη, διὰ τὴν ἀπορίαν καὶ δυσχρηστίαν τῶν ἐπιταττομένων, ὡς δὲ τοῖς ἄλλοις ἐδόκει, βουλόμενος ἐκκλεῖσαι τῷ καιρῷ τήν τε τῶν Ἀχαιῶν καὶ τὴν τῶν Αἰτωλῶν κατηγορίαν· §18.8.3ἑώρα γὰρ τῇ πρόσθεν ἀπαλλαττόμενος ἀμφοτέρους τούτους ἑτοίμους ὄντας πρὸς τὸ συμπλέκεσθαι καὶ μεμψιμοιρεῖν αὐτῷ.
他白白耗费了一整天,据他自己说,是因为所提要求的困难和棘手,但在其他人看来,他是企图利用时间的紧迫,来避开阿哈伊亚人和埃托利亚人的指控;因为他在前一天离去时已经看到,这两个部族都准备好与他交锋并对他进行谴责。
§18.8.4διὸ καὶ τότε συνεγγίσας ἠξίου τὸν τῶν Ῥωμαίων στρατηγὸν ἰδίᾳ πρὸς αὐτὸν διαλεχθῆναι περὶ τῶν ἐνεστώτων, ἵνα μὴ λόγοι γένωνται μόνον ἐξ ἀμφοτέρων ἁψιμαχούντων, ἀλλὰ καὶ τέλος τι τοῖς ἀμφισβητουμένοις ἐπιτεθῇ.
因此,当时他在靠近时,便请求罗马将军与他单独讨论目前的事务,以免双方只是进行毫无结果的口角,而是能让争端得到某种解决。
§18.8.5πλεονάκις δʼ αὐτοῦ παρακαλοῦντος καὶ προσαξιοῦντος, ἤρετο τοὺς συμπαρόντας ὁ Τίτος τί δέον εἴη ποιεῖν.
由于他多次请求并催促,提图斯询问在场的人应当如何行事。
§18.8.6τῶν δὲ κελευόντων συνελθεῖν καὶ διακοῦσαι τῶν λεγομένων, παραλαβὼν ὁ Τίτος Ἄππιον Κλαύδιον χιλίαρχον ὄντα τότε, τοῖς μὲν ἄλλοις μικρὸν ἀπὸ τῆς θαλάττης ἀναχωρήσασιν εἶπεν αὐτόθι μένειν, αὐτὸς δὲ τὸν Φίλιππον ἐκέλευσεν ἐκβαίνειν.
在众人建议他与之会面并听取其陈述后,提图斯带上当时担任千人队长的阿庇乌斯·克劳狄,让其他人退到离海边稍远的地方在那里等候,而他自己则命令腓力上岸。
§18.8.7ὁ δὲ βασιλεὺς παραλαβὼν Ἀπολλόδωρον καὶ Δημοσθένην ἀπέβη, συμμίξας δὲ τῷ Τίτῳ διελέγετο καὶ πλείω χρόνον.
于是国王带上阿波罗多洛斯和德摩斯梯尼下了船,与提图斯会合,并交谈了相当长的时间。
§18.8.8τίνα μὲν οὖν ἦν τὰ τότε ῥηθέντα παρʼ ἑκατέρου, δυσχερὲς εἰπεῖν· ἔφη δʼ οὖν ὁ Τίτος μετὰ τὸ χωρισθῆναι τὸν Φίλιππον, διασαφῶν τοῖς ἄλλοις τὰ παρὰ τοῦ βασιλέως, §18.8.9Αἰτωλοῖς μὲν ἀποδοῦναι Φάρσαλον καὶ Λάρισαν, Θήβας δʼ οὐκ ἀποδιδόναι, Ῥοδίοις δὲ τῆς μὲν Περαίας παραχωρεῖν, Ἰασοῦ δὲ καὶ Βαργυλίων οὐκ ἐκχωρεῖν· Ἀχαιοῖς δὲ παραδιδόναι τὸν Κόρινθον καὶ τὴν τῶν Ἀργείων πόλιν.
至于当时双方各自说了些什么,实在难以详述;但提图斯在与腓力分手后,向其他人说明了国王的提议,并表示:向埃托利亚人归还法萨卢斯和拉里萨,但不归还忒拜;向罗得斯人让出佩莱亚,但不撤出伊亚索斯和巴尔吉利亚;向阿哈伊亚人交出科林斯和阿尔戈斯人的城市。
§18.8.10Ῥωμαίοις δὲ τὰ κατὰ τὴν Ἰλλυρίδα φάναι παραδώσειν καὶ τοὺς αἰχμαλώτους πάντας, Ἀττάλῳ δὲ τάς τε ναῦς ἀποκαταστήσειν καὶ τῶν ἀνδρῶν τῶν ἐν ταῖς ναυμαχίαις ἁλόντων ὅσοι περίεισι.
关于罗马人,国王说将交出伊利里亚境内的领土及所有俘虏;关于阿塔罗斯,将归还船只以及在海战中被俘且依然在世的所有人员。

词汇与语法注释

  1. 18.8.2βουλόμενος ἐκκλεῖσαι τῷ καιρῷ τήν τε τῶν Ἀχαιῶν καὶ τὴν τῶν Αἰτωλῶν κατηγορίαν — τῷ καιρῷ 是手段/原因与格,意为“通过(傍晚迟到的)时间”或“利用时间的紧迫”。它解释了腓力迟到的意图。不定式 ἐκκλεῖσαι(排除、封锁)的宾语是阿哈伊亚人和埃托利亚人的指控。
  2. 18.8.3ἑτοίμους ὄντας πρὸς τὸ συμπλέκεσθαι καὶ μεμψιμοιρεῖν αὐτῷ — ἑτοίμους ὄντας 是用作动词 ἑώρα 宾语补足语的分词,与宾格 ἀμφοτέρους τούτους 一致(感官动词的宾补构文)。αὐτῷ 是由 συμπλέκεσθαι 和 μεμψιμοιρεῖν 支配的与格,指代腓力。
  3. 18.8.8ἔφη δʼ οὖν ὁ Τίτος ... διασαφῶν τοῖς ἄλλοις τὰ παρὰ τοῦ βασιλέως — 主句动词 ἔφη 引导了 §§18.8.9-10 中一连串的“宾格加不定式”句(ἀποδοῦναι、ἀποδιδόναι、παραχωρεῖν、ἐκχωρεῖν、παραδιδόναι,以及 §18.8.10 中紧随 φάναι 的 παραδώσειν 和 ἀποκαταστήσειν)。分词 διασαφῶν(说明、阐明)与主语 ὁ Τίτος 一致。
  4. 18.8.10Ῥωμαίοις δὲ τὰ κατὰ τὴν Ἰλλυρίδα φάναι παραδώσειν — 不定式 φάναι(说)依赖于前一节的主句动词 ἔφη(提图斯说)。这构成了一个双重间接引语:“提图斯说,腓力说他将交出……”。将来时不定式 παραδώσειν 的逻辑主语是腓力,与 φάναι 的主语一致。

引用这一段

波利比奥斯, 历史 §18.8.1-18.8.10. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:18.8.1-18.8.10

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。