§18.54.1ἅμα δὲ τῷ παρελθεῖν εἰς τὸ συνέδριον βραχέα μὲν ὁ βασιλεὺς κατηγόρησε, μετὰ δὲ τοῦτον Πολυκράτης, ἄρτι παραγεγονὼς ἀπὸ Κύπρου, τελευταῖος δʼ Ἀριστομένης.
彼が評議会に入るとすぐに、王が手短に彼を告発し、彼の後にはキプロスから到着したばかりのポリュクラテスが、そして最後にアリストメネスが告発した。
§18.54.2ἦν δὲ τὰ μὲν ἄλλα παραπλήσιος ἡ κατηγορία πάντων τοῖς ἄρτι ῥηθεῖσι, προσετέθη δὲ τοῖς προειρημένοις ἡ μετὰ τῶν φίλων συνεδρεία καὶ τὸ μὴ πειθαρχῆσαι καλούμενον ὑπὸ τοῦ βασιλέως.
\n 全員の告発は、他の点では、さきほど語られたこととほぼ同様であったが、前述の事柄に加えて、友人たちとの謀議、および王から召喚されても従わなかったことが付け加えられた。
§18.54.3ἐφʼ οἷς οὐ μόνον οἱ τοῦ συνεδρίου κατεγίνωσκον αὐτοῦ πάντες, ἀλλὰ καὶ τῶν ἔξωθεν τῶν πρεσβευτῶν οἱ συμπαρόντες.
\n これら(の容疑)に基づいて、評議会の全員が彼に有罪を宣告しただけでなく、その場に同席していた評議会外部の使節たちもまた同様であった。
§18.54.4ὁ δʼ Ἀριστομένης, ὅτε κατηγορεῖν ἔμελλε, πολλοὺς μὲν καὶ ἑτέρους παρέλαβε τῶν ἐπιφανῶν ἀνδρῶν ἀπὸ τῆς Ἑλλάδος, καὶ τοὺς παρὰ τῶν Αἰτωλῶν δὲ πρεσβεύοντας ἐπὶ τὰς διαλύσεις, ἐν οἷς ἦν καὶ Δωρίμαχος ὁ Νικοστράτου.
\n アリストメネスは、告発しようとするにあたり、ギリシアから来た他の多くの著名な人々を同席させ、さらには調停のためにアイトリア人から派遣されていた使節たちをも同席させた。 その中にはニコストラトスの子ドリマコスも含まれていた。
§18.54.5ῥηθέντων δὲ τούτων μεταλαβὼν ὁ Σκόπας ἐπειρᾶτο μὲν φέρειν τινὰς ἀπολογισμούς, οὐδενὸς δὲ προσέχοντος αὐτῷ διὰ τὴν τῶν πραγμάτων ἀλογίαν, εὐθέως οὗτος μὲν εἰς φυλακὴν ἀπήγετο μετὰ τῶν φίλων·
\n これらが語られた後、スコパスは発言を引き継いで何らかの弁明を行おうと試みたが、その行為の不条理さのために誰も彼に注意を払わなかったので、彼はただちに友人たちとともに牢獄へと連行された。
§18.54.6ὁ δʼ Ἀριστομένης ἐπιγενομένης τῆς νυκτὸς τὸν μὲν Σκόπαν καὶ τοὺς συγγενεῖς αὐτοῦ καὶ φίλους πάντας διέφθειρε φαρμάκῳ, §18.54.7Δικαιάρχῳ δὲ καὶ στρέβλας καὶ μάστιγας προσαγαγὼν οὕτως αὐτὸν ἐπανείλετο, λαβὼν παρʼ αὐτοῦ δίκην καθήκουσαν καὶ κοινὴν ὑπὲρ πάντων τῶν Ἑλλήνων.
\n アリストメネスは、夜が訪れると、スコパスと彼の親族および友人たち全員を毒殺し、\n ディカイアルコスに対しては、拷問台と鞭を当てた上で、このようにして彼を殺害し、彼から、すべてのギリシア人のための、ふさわしく共同的な罰を取り立てた。
§18.54.8ὁ γὰρ Δικαίαρχος οὗτος ἦν, ὃν Φίλιππος, ὅτε προέθετο παρασπονδεῖν τὰς Κυκλάδας νήσους καὶ τὰς ἐφʼ Ἑλλησπόντου πόλεις, ἀπέδειξε τοῦ στόλου παντὸς ἡγεμόνα καὶ τῆς ὅλης πράξεως προστάτην.
\n なぜなら、このディカイアルコスこそは、フィリッポスが、ククラデス諸島およびヘレスポントス沿岸の都市との同盟を破ろうと企てたときに、全艦隊の指揮官、および作戦全体の総責任者に任命した人物だったからである。
§18.54.9ὃς ἐπὶ πρόδηλον ἀσέβειαν ἐκπεμπόμενος οὐχ οἷον ἄτοπόν τι πράττειν ἐνόμιζεν, ἀλλὰ τῇ τῆς ἀπονοίας ὑπερβολῇ καὶ τοὺς θεοὺς ὑπέλαβε καταπλήξεσθαι καὶ τοὺς ἀνθρώπους·
\n 彼は、明白な不敬の行為へと派遣された際、不条理なことを行っているとは全く考えず、むしろ、その狂気の極みによって、神々をも人間たちをも驚愕させることができると考えたのである。
§18.54.10οὗ γὰρ ὁρμίσειε τὰς ναῦς, δύο κατεσκεύαζε βωμούς, τὸν μὲν Ἀσεβείας, τὸν δὲ Παρανομίας, καὶ ἐπὶ τούτοις ἔθυε καὶ τούτους προσεκύνει καθάπερ ἂν εἰ δαίμονας.
\n 彼は船を停泊させるたびに、二つの祭壇を築いた。 一つは『不敬』の、もう一つは『不法』の祭壇であり、これらの上で犠牲を捧げ、これらをあたかも神霊であるかのように拝んだのである。
§18.54.11διὸ καὶ δοκεῖ μοι τυχεῖν τῆς ἁρμοζούσης δίκης καὶ παρὰ θεῶν καὶ παρʼ ἀνθρώπων·
\n それゆえ彼が、神々からも人間たちからも、ふさわしい罰を受けたのだと私には思われる。
παρὰ φύσιν γὰρ ἐνστησάμενος τὸν αὑτοῦ βίον εἰκότως παρὰ φύσιν καὶ τῆς εἱμαρμένης ἔτυχε.
なぜなら、自然に反して自らの生を打ち立てた彼は、当然のことながら、自らの運命をも自然に反した形で迎えることになったからである。
§18.54.12τῶν δὲ λοιπῶν Αἰτωλῶν τοὺς βουλομένους εἰς τὴν οἰκείαν ἀπαλλάττεσθαι πάντας
\n 一方、アイトリア人の残りの者たちのうち、祖国へ帰ることを望んだ者全員を...