§18.54.1ἅμα δὲ τῷ παρελθεῖν εἰς τὸ συνέδριον βραχέα μὲν ὁ βασιλεὺς κατηγόρησε, μετὰ δὲ τοῦτον Πολυκράτης, ἄρτι παραγεγονὼς ἀπὸ Κύπρου, τελευταῖος δʼ Ἀριστομένης.
他一进入评议会,国王便对他进行了简短的指控,随后是刚从塞浦路斯抵达的波利克拉特斯,最后是阿里斯托梅内斯。
§18.54.2ἦν δὲ τὰ μὲν ἄλλα παραπλήσιος ἡ κατηγορία πάντων τοῖς ἄρτι ῥηθεῖσι, προσετέθη δὲ τοῖς προειρημένοις ἡ μετὰ τῶν φίλων συνεδρεία καὶ τὸ μὴ πειθαρχῆσαι καλούμενον ὑπὸ τοῦ βασιλέως.
\n 在其他方面,所有人的指控都与刚才所说的极为相似,但在上述内容之外,还加上了与朋友的共谋以及在国王召唤时不服从这两项指控。
§18.54.3ἐφʼ οἷς οὐ μόνον οἱ τοῦ συνεδρίου κατεγίνωσκον αὐτοῦ πάντες, ἀλλὰ καὶ τῶν ἔξωθεν τῶν πρεσβευτῶν οἱ συμπαρόντες.
\n 鉴于这些罪名,不仅评议会的所有成员都判定他有罪,而且在场的外国使节也同样作出了判决。
§18.54.4ὁ δʼ Ἀριστομένης, ὅτε κατηγορεῖν ἔμελλε, πολλοὺς μὲν καὶ ἑτέρους παρέλαβε τῶν ἐπιφανῶν ἀνδρῶν ἀπὸ τῆς Ἑλλάδος, καὶ τοὺς παρὰ τῶν Αἰτωλῶν δὲ πρεσβεύοντας ἐπὶ τὰς διαλύσεις, ἐν οἷς ἦν καὶ Δωρίμαχος ὁ Νικοστράτου.
\n 阿里斯托梅内斯在准备指控时,邀请了许多其他来自希腊的显赫人物,以及阿托利亚人派遣来进行和谈的使节,其中包括尼科斯特拉托斯之子多里马科斯。
§18.54.5ῥηθέντων δὲ τούτων μεταλαβὼν ὁ Σκόπας ἐπειρᾶτο μὲν φέρειν τινὰς ἀπολογισμούς, οὐδενὸς δὲ προσέχοντος αὐτῷ διὰ τὴν τῶν πραγμάτων ἀλογίαν, εὐθέως οὗτος μὲν εἰς φυλακὴν ἀπήγετο μετὰ τῶν φίλων·
\n 这些控诉发表之后,轮到斯科帕斯发言,他试图提出一些辩解,但由于他的行为过于荒谬,没有人理会他,他随即与朋友们一起被押往监狱。
§18.54.6ὁ δʼ Ἀριστομένης ἐπιγενομένης τῆς νυκτὸς τὸν μὲν Σκόπαν καὶ τοὺς συγγενεῖς αὐτοῦ καὶ φίλους πάντας διέφθειρε φαρμάκῳ, §18.54.7Δικαιάρχῳ δὲ καὶ στρέβλας καὶ μάστιγας προσαγαγὼν οὕτως αὐτὸν ἐπανείλετο, λαβὼν παρʼ αὐτοῦ δίκην καθήκουσαν καὶ κοινὴν ὑπὲρ πάντων τῶν Ἑλλήνων.
\n 入夜之后,阿里斯托梅内斯用毒药处死了斯科帕斯以及他的所有亲属和朋友,\n 至于狄凯阿尔科斯,他则在对其施以刑架和鞭笞之后,以此种方式将他处死,从而代表所有希腊人向他讨回了应有的共同惩罚。
§18.54.8ὁ γὰρ Δικαίαρχος οὗτος ἦν, ὃν Φίλιππος, ὅτε προέθετο παρασπονδεῖν τὰς Κυκλάδας νήσους καὶ τὰς ἐφʼ Ἑλλησπόντου πόλεις, ἀπέδειξε τοῦ στόλου παντὸς ἡγεμόνα καὶ τῆς ὅλης πράξεως προστάτην.
\n 因为这个狄凯阿尔科斯正是菲利普在企图背弃与基克拉泽斯群岛及赫勒斯滂沿岸城市条约时,所任命的整个舰队指挥官和整个行动的负责人。
§18.54.9ὃς ἐπὶ πρόδηλον ἀσέβειαν ἐκπεμπόμενος οὐχ οἷον ἄτοπόν τι πράττειν ἐνόμιζεν, ἀλλὰ τῇ τῆς ἀπονοίας ὑπερβολῇ καὶ τοὺς θεοὺς ὑπέλαβε καταπλήξεσθαι καὶ τοὺς ἀνθρώπους· §18.54.10οὗ γὰρ ὁρμίσειε τὰς ναῦς, δύο κατεσκεύαζε βωμούς, τὸν μὲν Ἀσεβείας, τὸν δὲ Παρανομίας, καὶ ἐπὶ τούτοις ἔθυε καὶ τούτους προσεκύνει καθάπερ ἂν εἰ δαίμονας.
\n 他被派遣去进行公然的亵渎,不仅不认为自己是在做任何荒谬之事,反而由于他的极度狂妄,甚至以为自己可以震慑神明和人类;\n 因为每当他停泊船只,便会建造两座祭坛,一座献给“不敬”,另一座献给“不法”,并在上面献祭,将它们当做神灵般膜拜。
§18.54.11διὸ καὶ δοκεῖ μοι τυχεῖν τῆς ἁρμοζούσης δίκης καὶ παρὰ θεῶν καὶ παρʼ ἀνθρώπων· παρὰ φύσιν γὰρ ἐνστησάμενος τὸν αὑτοῦ βίον εἰκότως παρὰ φύσιν καὶ τῆς εἱμαρμένης ἔτυχε.
\n 因此,在我看来,他从神明和人类那里都得到了应有的惩罚;因为他违背自然地确立了自己的一生,自然也就违背自然地迎来了自己的宿命。
§18.54.12τῶν δὲ λοιπῶν Αἰτωλῶν τοὺς βουλομένους εἰς τὴν οἰκείαν ἀπαλλάττεσθαι πάντας
\n 至于其余的阿托利亚人,所有想要返回自己家园的人……