§18.46.1δοξάντων δὲ τούτων, καὶ τῆς Ἰσθμίων πανηγύρεως ἐπελθούσης, καὶ σχεδὸν ἀπὸ πάσης τῆς οἰκουμένης τῶν ἐπιφανεστάτων ἀνδρῶν συνεληλυθότων διὰ τὴν προσδοκίαν τῶν ἀποβησομένων, πολλοὶ καὶ ποικίλοι καθʼ ὅλην τὴν πανήγυριν ἐνέπιπτον λόγοι,
これらのことが決定され、またイストミアの大祭が近づき、これから起こることへの期待のゆえに、ほとんど全世界から最も著名な人々が集まってきた中で、祝祭の間中、多くの様々な噂が飛び交った。
§18.46.2τῶν μὲν ἀδύνατον εἶναι φασκόντων Ῥωμαίους ἐνίων ἀποστῆναι τόπων καὶ πόλεων, τῶν δὲ διοριζομένων ὅτι τῶν μὲν ἐπιφανῶν εἶναι δοκούντων τόπων ἀποστήσονται, τοὺς δὲ φαντασίαν μὲν ἔχοντας ἐλάττω, χρείαν δὲ τὴν αὐτὴν παρέχεσθαι δυναμένους καθέξουσι.
ある人々は、ローマ人がいくつかの場所や都市から退去することは不可能であると主張し、他の人々は、際立っていると思われる場所からは退去するだろうが、見栄えは劣るものの同じ実用性を提供しうる場所については保持するだろうと断言していた。
§18.46.3καὶ τούτους εὐθέως ἐπεδείκνυσαν αὐτοὶ καθʼ αὑτῶν διὰ τῆς πρὸς ἀλλήλους εὑρεσιλογίας.
そして彼らは、互いに議論を戦わせることによって、自らに対してこれら(の場所)をただちに具体的に指摘していた。
§18.46.4τοιαύτης δʼ οὔσης ἐν τοῖς ἀνθρώποις τῆς ἀπορίας, ἁθροισθέντος τοῦ πλήθους εἰς τὸ στάδιον ἐπὶ τὸν ἀγῶνα, προελθὼν ὁ κῆρυξ καὶ κατασιωπησάμενος τὰ πλήθη διὰ τοῦ σαλπικτοῦ τόδε τὸ κήρυγμʼ ἀνηγόρευσεν·
人々の中にこのような当惑がある中、競技のために群衆がスタディオンに集まると、伝令官が進み出て、喇叭手によって群衆を静粛にさせ、次のような布告を宣言した。
" §18.46.5ἡ σύγκλητος ἡ Ῥωμαίων καὶ Τίτος Κοΐντιος στρατηγὸς ὕπατος, καταπολεμήσαντες βασιλέα Φίλιππον καὶ Μακεδόνας, ἀφιᾶσιν ἐλευθέρους, ἀφρουρήτους, ἀφορολογήτους, νόμοις χρωμένους τοῖς πατρίοις, Κορινθίους, Φωκέας, Λοκρούς, Εὐβοεῖς, Ἀχαιοὺς τοὺς Φθιώτας, Μάγνητας, Θετταλούς, Περραιβούσ".
「ローマの元老院およびプロコンスルであるティトゥス・クィンクティウスは、国王フィリッポスとマケドニア人たちを打ち破り、コリントス人、ポーキス人、ロクリス人、エウボイア人、プティオティスのアカイア人、マグネシア人、テッサリア人、ペッライボイア人を、自由とし、守備隊を置かず、貢納を免除し、祖伝の法に従うものとして解放する。
§18.46.6κρότου δʼ ἐν ἀρχαῖς εὐθέως ἐξαισίου γενομένου τινὲς μὲν οὐδʼ ἤκουσαν τοῦ κηρύγματος, τινὲς δὲ πάλιν ἀκούειν ἐβούλοντο.
」初め、ただちに並外れた拍手喝采が沸き起こったため、ある人々は布告をまったく聞き取れず、またある人々は再び聞くことを望んだ。
§18.46.7τὸ δὲ πολὺ μέρος τῶν ἀνθρώπων διαπιστούμενον καὶ δοκοῦν ὡς ἂν εἰ καθʼ ὕπνον ἀκούειν τῶν λεγομένων διὰ τὸ παράδοξον τοῦ συμβαίνοντος,
しかし、人々の大部分は信じられず、事態のあまりの意外さのために、あたかも夢の中で語られていることを聞いているかのように思われたので、誰もが、それぞれ別個の衝動から、伝令官と喇叭手をスタディオンの中央に進み出させ、同じことについて再び語らせるよう大声で叫んだ。
§18.46.8πᾶς τις ἐξ ἄλλης ὁρμῆς ἐβόα προάγειν τὸν κήρυκα καὶ τὸν σαλπικτὴν εἰς μέσον τὸ στάδιον καὶ λέγειν πάλιν ὑπὲρ τῶν αὐτῶν, ὡς μὲν ἐμοὶ δοκεῖ, βουλομένων τῶν ἀνθρώπων μὴ μόνον ἀκούειν, ἀλλὰ καὶ βλέπειν τὸν λέγοντα διὰ τὴν ἀπιστίαν τῶν ἀναγορευομένων.
私に思われるところでは、人々は布告されたことの信じがたさのゆえに、ただ聞くだけでなく、語る者を実際に見ることも望んでいたのである。
§18.46.9ὡς δὲ πάλιν ὁ κῆρυξ, προελθὼν εἰς τὸ μέσον καὶ κατασιωπησάμενος διὰ τοῦ σαλπικτοῦ τὸν θόρυβον, ἀνηγόρευσε ταὐτὰ καὶ ὡσαύτως τοῖς πρόσθεν, τηλικοῦτον συνέβη καταρραγῆναι τὸν κρότον ὥστε καὶ μὴ ῥᾳδίως ἂν ὑπὸ τὴν ἔννοιαν ἀγαγεῖν τοῖς νῦν ἀκούουσι τὸ γεγονός.
そこで伝令官が再び中央へと進み出、喇叭手によって騒音を静めると、前と同じことを同じように布告した。 すると、非常に大きな拍手喝采が沸き起こったので、今それを聞く人々にはその時に起こったことを容易には想像できないほどであった。
§18.46.10ὡς δέ ποτε κατέληξεν ὁ κρότος, τῶν μὲν ἀθλητῶν ἁπλῶς οὐδεὶς οὐδένα λόγον εἶχεν ἔτι, πάντες δὲ διαλαλοῦντες, οἱ μὲν ἀλλήλοις, οἱ δὲ πρὸς σφᾶς αὐτούς, οἷον εἰ παραστατικοὶ τὰς διανοίας ἦσαν.
やがて拍手喝采が止むと、競技者たちのことなど全く誰も気に留めなくなり、すべての者が、ある者は互いに、ある者は独り言で、あたかも我を失ったかのように語り合っていた。
§18.46.11ᾗ καὶ μετὰ τὸν ἀγῶνα διὰ τὴν ὑπερβολὴν τῆς χαρᾶς μικροῦ διέφθειραν τὸν Τίτον εὐχαριστοῦντες·
そのため、競技が終わった後も、喜びの極みのあまり、感謝を捧げようとしてティトゥスを危うく押し潰してしまうところであった。
§18.46.12οἱ μὲν γὰρ ἀντοφθαλμῆσαι κατὰ πρόσωπον καὶ σωτῆρα προσφωνῆσαι βουλόμενοι, τινὲς δὲ τῆς δεξιᾶς ἅψασθαι σπουδάζοντες, οἱ δὲ πολλοὶ στεφάνους ἐπιρριπτοῦντες καὶ λημνίσκους, παρʼ ὀλίγον διέλυσαν τὸν ἄνθρωπον.
というのも、ある人々は彼の顔を間近で見つめて「救済者」と呼びかけたいと望み、ある人々は彼の右手に触れようと努め、群衆の多くは花冠やリボンを投げつけたため、危うく彼を引き裂いてしまうところだったからである。
§18.46.13δοκούσης δὲ τῆς εὐχαριστίας ὑπερβολικῆς γενέσθαι, θαρρῶν ἄν τις εἶπε διότι πολὺ καταδεεστέραν εἶναι συνέβαινε τοῦ τῆς πράξεως μεγέθους.
この感謝の表れは過剰なものと思われたかもしれないが、その行為の偉大さに比べればはるかに不十分なものであったと、誰しも確信を持って言うことができたであろう。
§18.46.14θαυμαστὸν γὰρ ἦν καὶ τὸ Ῥωμαίους ἐπὶ ταύτης γενέσθαι τῆς προαιρέσεως καὶ τὸν ἡγούμενον αὐτῶν Τίτον, ὥστε πᾶσαν ὑπομεῖναι δαπάνην καὶ πάντα κίνδυνον χάριν τῆς τῶν Ἑλλήνων ἐλευθερίας· μέγα δὲ καὶ τὸ δύναμιν ἀκόλουθον τῇ προαιρέσει προσενέγκασθαι·
というのも、ローマ人、そして彼らの指揮官ティトゥスがこのような決意を抱き、ギリシア人の自由のためにあらゆる費用とあらゆる危険に耐え抜いたことは驚くべきことであり、その決意に見合うだけの力を注ぎ込んだこともまた偉大なことであったからである。
§18.46.15τούτων δὲ μέγιστον ἔτι τὸ μηδὲν ἐκ τῆς τύχης ἀντιπαῖσαι πρὸς τὴν ἐπιβολήν, ἀλλʼ ἁπλῶς ἅπαντα πρὸς ἕνα καιρὸν ἐκδραμεῖν, ὥστε διὰ κηρύγματος ἑνὸς ἅπαντας καὶ τοὺς τὴν Ἀσίαν κατοικοῦντας Ἕλληνας καὶ τοὺς τὴν Εὐρώπην ἐλευθέρους, ἀφρουρήτους, ἀφορολογήτους γενέσθαι, νόμοις χρωμένους τοῖς ἰδίοις.
しかし、これらの中でも最も偉大なのは、運命がこの企てに対して何一つ逆風をもたらさず、ただすべてが一つの好機へと一挙に収束し、一つの布告によって、アジアに住むギリシア人もヨーロッパに住むギリシア人も皆、自由となり、守備隊を置かれず、貢納を免除され、自らの法に従うようになったことである。