Humanitext Reader

波利比奥斯 · 历史 §18.46.1-18.46.15

地峡运动会上的希腊自由宣言与欢呼

第 936 段,共 1311 段 · 希腊语

内容简介

在地峡运动会上,罗马传令官宣布了希腊各城市的完全自由,聚集的群众爆发出狂喜,向统帅提图斯表达了热烈的感激。

§18.46.1δοξάντων δὲ τούτων, καὶ τῆς Ἰσθμίων πανηγύρεως ἐπελθούσης, καὶ σχεδὸν ἀπὸ πάσης τῆς οἰκουμένης τῶν ἐπιφανεστάτων ἀνδρῶν συνεληλυθότων διὰ τὴν προσδοκίαν τῶν ἀποβησομένων, πολλοὶ καὶ ποικίλοι καθʼ ὅλην τὴν πανήγυριν ἐνέπιπτον λόγοι, §18.46.2τῶν μὲν ἀδύνατον εἶναι φασκόντων Ῥωμαίους ἐνίων ἀποστῆναι τόπων καὶ πόλεων, τῶν δὲ διοριζομένων ὅτι τῶν μὲν ἐπιφανῶν εἶναι δοκούντων τόπων ἀποστήσονται, τοὺς δὲ φαντασίαν μὲν ἔχοντας ἐλάττω, χρείαν δὲ τὴν αὐτὴν παρέχεσθαι δυναμένους καθέξουσι.
当这些事务决定下来,且地峡运动会临近时,由于对即将发生的事情充满期待,几乎来自整个已知世界的最显赫人物都聚集于此,因而在整个节日期间流传着许多不同的传闻,有人声称罗马人绝不可能撤出某些地区和城市,另一些人则断言,他们会撤出那些看起来显赫的地区,但会保留那些虽然名声较小却能提供同样实际效用的地区。
§18.46.3καὶ τούτους εὐθέως ἐπεδείκνυσαν αὐτοὶ καθʼ αὑτῶν διὰ τῆς πρὸς ἀλλήλους εὑρεσιλογίας.
由于彼此之间的争辩,他们立即指出了这些地区,从而使自己处于不利的境地。
§18.46.4τοιαύτης δʼ οὔσης ἐν τοῖς ἀνθρώποις τῆς ἀπορίας, ἁθροισθέντος τοῦ πλήθους εἰς τὸ στάδιον ἐπὶ τὸν ἀγῶνα, προελθὼν ὁ κῆρυξ καὶ κατασιωπησάμενος τὰ πλήθη διὰ τοῦ σαλπικτοῦ τόδε τὸ κήρυγμʼ ἀνηγόρευσεν· " §18.46.5ἡ σύγκλητος ἡ Ῥωμαίων καὶ Τίτος Κοΐντιος στρατηγὸς ὕπατος, καταπολεμήσαντες βασιλέα Φίλιππον καὶ Μακεδόνας, ἀφιᾶσιν ἐλευθέρους, ἀφρουρήτους, ἀφορολογήτους, νόμοις χρωμένους τοῖς πατρίοις, Κορινθίους, Φωκέας, Λοκρούς, Εὐβοεῖς, Ἀχαιοὺς τοὺς Φθιώτας, Μάγνητας, Θετταλούς, Περραιβούσ".
当人们处于这种困惑之中时,群众聚集到体育场观看比赛,传令官走上前去,通过司号兵使群众安静下来,宣布了如下布告: “罗马元老院和提图斯·昆克蒂乌斯执政官(资深执政官),在击败腓力国王和马其顿人之后,免除科林斯人、福基斯人、洛克里斯人、优卑亚人、普提奥提斯的阿开亚人、马格内西亚人、色萨利人、佩赖比亚人的驻军与税赋,使其获得自由,并依照其祖传法律自治。
§18.46.6κρότου δʼ ἐν ἀρχαῖς εὐθέως ἐξαισίου γενομένου τινὲς μὲν οὐδʼ ἤκουσαν τοῦ κηρύγματος, τινὲς δὲ πάλιν ἀκούειν ἐβούλοντο.
” 一开始,场上顿时爆发了惊人的掌声,以至于有些人根本没有听清布告,而另一些人则希望再听一遍。
§18.46.7τὸ δὲ πολὺ μέρος τῶν ἀνθρώπων διαπιστούμενον καὶ δοκοῦν ὡς ἂν εἰ καθʼ ὕπνον ἀκούειν τῶν λεγομένων διὰ τὸ παράδοξον τοῦ συμβαίνοντος, §18.46.8πᾶς τις ἐξ ἄλλης ὁρμῆς ἐβόα προάγειν τὸν κήρυκα καὶ τὸν σαλπικτὴν εἰς μέσον τὸ στάδιον καὶ λέγειν πάλιν ὑπὲρ τῶν αὐτῶν, ὡς μὲν ἐμοὶ δοκεῖ, βουλομένων τῶν ἀνθρώπων μὴ μόνον ἀκούειν, ἀλλὰ καὶ βλέπειν τὸν λέγοντα διὰ τὴν ἀπιστίαν τῶν ἀναγορευομένων.
由于这一事件太出乎意料,大多数人都不敢置信,觉得听到的这些话仿佛是在梦中一样,每个人都出于不同的冲动,大声呼喊着让传令官和司号兵走到体育场中央,重新宣读同样的内容;在我看来,这是因为布告内容太令人难以置信,人们不仅想听到,还想亲眼看到宣读者。
§18.46.9ὡς δὲ πάλιν ὁ κῆρυξ, προελθὼν εἰς τὸ μέσον καὶ κατασιωπησάμενος διὰ τοῦ σαλπικτοῦ τὸν θόρυβον, ἀνηγόρευσε ταὐτὰ καὶ ὡσαύτως τοῖς πρόσθεν, τηλικοῦτον συνέβη καταρραγῆναι τὸν κρότον ὥστε καὶ μὴ ῥᾳδίως ἂν ὑπὸ τὴν ἔννοιαν ἀγαγεῖν τοῖς νῦν ἀκούουσι τὸ γεγονός.
当传令官再次走到中央,通过司号兵平息了喧嚣,以与之前完全相同的方式重新宣读了布告时,爆发了如此热烈的掌声,以至于如今听到这件事的人很难在脑海中想象当时的情景。
§18.46.10ὡς δέ ποτε κατέληξεν ὁ κρότος, τῶν μὲν ἀθλητῶν ἁπλῶς οὐδεὶς οὐδένα λόγον εἶχεν ἔτι, πάντες δὲ διαλαλοῦντες, οἱ μὲν ἀλλήλοις, οἱ δὲ πρὸς σφᾶς αὐτούς, οἷον εἰ παραστατικοὶ τὰς διανοίας ἦσαν.
当掌声终于平息下来时,根本没有人再关注运动员了,所有人都在交谈,有的互相对话,有的自言自语,仿佛失去了理智一般。
§18.46.11ᾗ καὶ μετὰ τὸν ἀγῶνα διὰ τὴν ὑπερβολὴν τῆς χαρᾶς μικροῦ διέφθειραν τὸν Τίτον εὐχαριστοῦντες· §18.46.12οἱ μὲν γὰρ ἀντοφθαλμῆσαι κατὰ πρόσωπον καὶ σωτῆρα προσφωνῆσαι βουλόμενοι, τινὲς δὲ τῆς δεξιᾶς ἅψασθαι σπουδάζοντες, οἱ δὲ πολλοὶ στεφάνους ἐπιρριπτοῦντες καὶ λημνίσκους, παρʼ ὀλίγον διέλυσαν τὸν ἄνθρωπον.
因此,甚至在比赛结束后,由于极度的喜悦,他们在表达感谢时几乎要把提图斯挤死;因为有些人想亲眼端详他的面容并称呼他为救主,有些人急于握他的右手,而大多数人则纷纷向他投掷花冠和绶带,几乎把这个人撕碎。
§18.46.13δοκούσης δὲ τῆς εὐχαριστίας ὑπερβολικῆς γενέσθαι, θαρρῶν ἄν τις εἶπε διότι πολὺ καταδεεστέραν εἶναι συνέβαινε τοῦ τῆς πράξεως μεγέθους.
尽管这种感激之情看似有些过分,但人们可以毫不犹豫地断言,这与该伟业的宏大程度相比,还是远远不够的。
§18.46.14θαυμαστὸν γὰρ ἦν καὶ τὸ Ῥωμαίους ἐπὶ ταύτης γενέσθαι τῆς προαιρέσεως καὶ τὸν ἡγούμενον αὐτῶν Τίτον, ὥστε πᾶσαν ὑπομεῖναι δαπάνην καὶ πάντα κίνδυνον χάριν τῆς τῶν Ἑλλήνων ἐλευθερίας· μέγα δὲ καὶ τὸ δύναμιν ἀκόλουθον τῇ προαιρέσει προσενέγκασθαι· §18.46.15τούτων δὲ μέγιστον ἔτι τὸ μηδὲν ἐκ τῆς τύχης ἀντιπαῖσαι πρὸς τὴν ἐπιβολήν, ἀλλʼ ἁπλῶς ἅπαντα πρὸς ἕνα καιρὸν ἐκδραμεῖν, ὥστε διὰ κηρύγματος ἑνὸς ἅπαντας καὶ τοὺς τὴν Ἀσίαν κατοικοῦντας Ἕλληνας καὶ τοὺς τὴν Εὐρώπην ἐλευθέρους, ἀφρουρήτους, ἀφορολογήτους γενέσθαι, νόμοις χρωμένους τοῖς ἰδίοις.
因为罗马人及其领袖提图斯能有此决心,为了希腊人的自由而承担一切开支和一切危险,这实在是令人惊叹;而他们展现出了与这一决心相称的力量,同样是一件伟大的事;但其中最伟大的,是命运没有对这一企图进行任何阻挠,而是让一切顺理成章地在同一时刻实现,以至于通过一次布告,居住在亚洲和欧洲的所有希腊人都获得了自由,免除了驻军和税赋,并依照他们自己的法律自治。

词汇与语法注释

  1. 18.46.1δοξάντων δὲ τούτων — 这是一个以中性复数代名词 `τούτων` 为主语的属格独立结构。虽然在希腊语常规语法中,中性复数主语通常伴随单数动词或分词,但此处使用了复数形式 `δοξάντων`,用以强调做出的各项具体决定。
  2. 18.46.3τούτους ... καθʼ αὑτῶν — `τούτους`(这些)是阳性复数宾格代词,指代 §18.46.2 末尾提到的“(外观较差但)具有实际效用的地区”。`καθʼ αὑτῶν`(针对他们自己)表示,他们在争论中提出的论点反过来成了对自己不利的证据。
  3. 18.46.9ὥστε καὶ μὴ ῥᾳδίως ἂν ὑπὸ τὴν ἔννοιαν ἀγαγεῖν — 由表示结果的连词 `ὥστε` 引导的不定式从句。助词 `ἄν` 的加入赋予了其潜在语气(“以至于不能轻易想象”),意指即使是当下的听众(`τοῖς νῦν ἀκούουσι`)在脑海中也难以轻易勾勒出当时的情景。
  4. 18.46.13θαρρῶν ἄν τις εἶπε — 分词 `θαρρῶν`(充满信心地)与直陈式过去时(不定过去时)`εἶπε`(说)及小词 `ἄν` 结合,构成过去潜在语气,意为“任何人都会充满信心地说”。

引用这一段

波利比奥斯, 历史 §18.46.1-18.46.15. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:18.46.1-18.46.15

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。