§18.39.1τοῖς μὲν οὖν ἄλλοις ὁ Τίτος ἤρεσκε ταῦτα λέγων, οἱ δʼ Αἰτωλοὶ βαρέως ἤκουον καί τις οἷον ἀρχὴ κακῶν ἐγεννᾶτο μεγάλων·
それゆえ、ティトゥスはこれらのことを語ることで他の者たちに気に入られたが、アイトリア人はこれらを重苦しく受け止めており、ある種の大いなる災いの始まりのようなものが生じつつあった。
§18.39.2ἐκ γὰρ ταύτης τῆς διαφορᾶς καὶ τούτου τοῦ σπινθῆρος μετʼ ὀλίγον ὅ τε πρὸς Αἰτωλοὺς ὅ τε πρὸς Ἀντίοχον ἐξεκαύθη πόλεμος.
なぜなら、この不和とこの火花から、まもなくアイトリア人に対する戦争とアンティオコスに対する戦争の双方が燃え上がったからである。
§18.39.3τὸ δὲ συνέχον ἦν τῆς ὁρμῆς τῆς τοῦ Τίτου πρὸς τὰς διαλύσεις, ἐπυνθάνετο τὸν Ἀντίοχον ἀπὸ Συρίας ἀνῆχθαι μετὰ δυνάμεως, ποιούμενον τὴν ὁρμὴν ἐπὶ τὴν Εὐρώπην.
ところで、ティトゥスが和平交渉を急いだ決定的な要因は、アンティオコスが軍勢を率いてシリアから出航し、ヨーロッパに向けて進撃を開始しているという情報を得たことであった。
§18.39.4διόπερ ἠγωνία μὴ ταύτης ὁ Φίλιππος τῆς ἐλπίδος ἀντιλαμβανόμενος ἐπὶ τὸ πολιοφυλακεῖν ὁρμήσῃ καὶ τρίβειν τὸν πόλεμον, εἶθʼ ἑτέρου παραγενηθέντος ὑπάτου τὸ κεφάλαιον τῶν πράξεων εἰς ἐκεῖνον ἀνακλασθῇ.
それゆえ彼は、フィリッポスがこの希望に縋って城砦を死守して戦争を引き延ばす行動に出ること、そしてその後に別の執政官が到着して、これまでの功績の総決算がその者に奪われてしまうことを恐れて焦慮したのである。
§18.39.5διὸ συνεχωρήθη τῷ βασιλεῖ, καθάπερ ἠξίου, λαβόντα τετραμήνους ἀνοχὰς παραχρῆμα μὲν δοῦναι τῷ Τίτῳ τὰ διακόσια τάλαντα καὶ Δημήτριον τὸν υἱὸν εἰς ὁμηρείαν καί τινας ἑτέρους τῶν φίλων, περὶ δὲ τῶν ὅλων πέμπειν εἰς τὴν Ῥώμην καὶ διδόναι τῇ συγκλήτῳ τὴν ἐπιτροπήν.
このため、王に対して、その要求通りに四ヶ月の休戦を与える代わりに、直ちに二百タラントンと息子のデメトリオス、および他の何人かの友人を人質としてティトゥスに引き渡し、全般的な事柄についてはローマに使節を送って元老院に決定を委ねることが認められた。
§18.39.6καὶ τότε μὲν ἐχωρίσθησαν πιστωσάμενοι περὶ τῶν ὅλων πρὸς ἀλλήλους, ἐφʼ ᾧ Τίτον, ἐὰν μὴ συντελῆται τὰ κατὰ τὰς διαλύσεις, ἀποδοῦναι Φιλίππῳ τὰ διακόσια τάλαντα καὶ τοὺς ὁμήρους·
具体的には、和平条件が履行されない場合にはティトゥスが二百タラントンと人質をフィリッポスに返還するという条件のもと、全般的な事柄について互いに誓約を交わして散会した。
§18.39.7μετὰ δὲ ταῦτα πάντες ἔπεμπον εἰς τὴν Ῥώμην, οἱ μὲν συνεργοῦντες, οἱ δʼ ἀντιπράττοντες τῇ διαλύσει. —
この後、すべての者がローマに使節を送ったが、ある者は和平を後押しし、ある者はそれに反対するためであった。