Humanitext Reader

波利比奥斯 · 历史 §18.39.1-18.39.7

安条克的威胁与对腓力的停战协议

第 928 段,共 1311 段 · 希腊语

内容简介

记述了提图斯急于达成和议的背景(安条克的威胁),以及双方达成协议:给予腓力四个月的停战期,以换取其立即支付两百塔兰同并提供人质,将最终决定权交给罗马元老院。

§18.39.1τοῖς μὲν οὖν ἄλλοις ὁ Τίτος ἤρεσκε ταῦτα λέγων, οἱ δʼ Αἰτωλοὶ βαρέως ἤκουον καί τις οἷον ἀρχὴ κακῶν ἐγεννᾶτο μεγάλων·
因此,提图斯说出这些话取悦了其他人,但埃托利亚人听了却深感沉重,某种大祸的开端正由此产生。
§18.39.2ἐκ γὰρ ταύτης τῆς διαφορᾶς καὶ τούτου τοῦ σπινθῆρος μετʼ ὀλίγον ὅ τε πρὸς Αἰτωλοὺς ὅ τε πρὸς Ἀντίοχον ἐξεκαύθη πόλεμος.
因为不久之后,正是由于这场分歧和这星之火,对埃托利亚人的战争以及对安条克的战争都熊熊燃烧起来。
§18.39.3τὸ δὲ συνέχον ἦν τῆς ὁρμῆς τῆς τοῦ Τίτου πρὸς τὰς διαλύσεις, ἐπυνθάνετο τὸν Ἀντίοχον ἀπὸ Συρίας ἀνῆχθαι μετὰ δυνάμεως, ποιούμενον τὴν ὁρμὴν ἐπὶ τὴν Εὐρώπην.
而提图斯急于达成和议的决定性原因,在于他获悉安条克已率军自叙利亚启航,正向欧洲进军。
§18.39.4διόπερ ἠγωνία μὴ ταύτης ὁ Φίλιππος τῆς ἐλπίδος ἀντιλαμβανόμενος ἐπὶ τὸ πολιοφυλακεῖν ὁρμήσῃ καὶ τρίβειν τὸν πόλεμον, εἶθʼ ἑτέρου παραγενηθέντος ὑπάτου τὸ κεφάλαιον τῶν πράξεων εἰς ἐκεῖνον ἀνακλασθῇ.
因此,他深感焦虑,担心腓力若寄希望于此,便会转向死守城池并拖延战争,进而等到下一任执政官抵达时,所有的战功都会归于后者。
§18.39.5διὸ συνεχωρήθη τῷ βασιλεῖ, καθάπερ ἠξίου, λαβόντα τετραμήνους ἀνοχὰς παραχρῆμα μὲν δοῦναι τῷ Τίτῳ τὰ διακόσια τάλαντα καὶ Δημήτριον τὸν υἱὸν εἰς ὁμηρείαν καί τινας ἑτέρους τῶν φίλων, περὶ δὲ τῶν ὅλων πέμπειν εἰς τὴν Ῥώμην καὶ διδόναι τῇ συγκλήτῳ τὴν ἐπιτροπήν.
为此,国王的要求得到了准许:在获得四个月的停战期后,他须立即向提图斯支付两百塔兰同,并将儿子德米特里以及其他若干友人作为人质交出;而关于全局问题,则派遣使者前往罗马,将决定权托付给元老院。
§18.39.6καὶ τότε μὲν ἐχωρίσθησαν πιστωσάμενοι περὶ τῶν ὅλων πρὸς ἀλλήλους, ἐφʼ ᾧ Τίτον, ἐὰν μὴ συντελῆται τὰ κατὰ τὰς διαλύσεις, ἀποδοῦναι Φιλίππῳ τὰ διακόσια τάλαντα καὶ τοὺς ὁμήρους·
当时,他们在就全局问题相互做出保证后散会,条件是:若和议条款未能履行,提图斯须将两百塔兰同及人质归还给腓力。
§18.39.7μετὰ δὲ ταῦτα πάντες ἔπεμπον εἰς τὴν Ῥώμην, οἱ μὲν συνεργοῦντες, οἱ δʼ ἀντιπράττοντες τῇ διαλύσει. —
在此之后,所有人都向罗马派遣了使者,有的人是为了促成和议,有的人则是为了阻挠和议。

词汇与语法注释

  1. §18.39.3τὸ δὲ συνέχον ἦν — 主语为 τὸ συνέχον(决定性因素),后接系动词 ἦν,而由限定动词 ἐπυνθάνετο 开始的从句无连接词引导,但在语义上充当表语,相当于一个说明性的 ὅτι 从句。
  2. §18.39.5λαβόντα — 虽然逻辑上指代与格的 τῷ βασιλεῖ,但该分词(λαμβάνω 的不定过去时主动分词)采用了阳性单数宾格,因为它在受非人称动词 συνεχωρήθη 支配的“宾格与不定式”结构中,充当后续不定式(δοῦναι 等)的逻辑主语。
  3. §18.39.6ἐφʼ ᾧ — 前置词 ἐπί 与关系代词与格 ᾧ 的组合,后接宾格与不定式结构(Τίτον ... ἀποδοῦναι),是表示“在……条件下”的惯用表达法。

引用这一段

波利比奥斯, 历史 §18.39.1-18.39.7. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:18.39.1-18.39.7

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。