§18.38.1καὶ τότε μὲν ἐπὶ τούτοις ἐχωρίσθησαν.
そしてそのときはこれらの条件で一同は散会した。
τῇ δʼ ὑστεραίᾳ παραγενομένου τοῦ βασιλέως, καὶ τῇ τρίτῃ πάντων εἰς τὸν σύλλογον ἁθροισθέντων, εἰσελθὼν ὁ Φίλιππος εὐστόχως καὶ συνετῶς ὑπετέμετο τὰς πάντων ὁρμάς·
翌日、王が到着し、さらに三日目には全員が会合に集まったとき、席に入ったフィリッポスは、巧みに、かつ賢明に、全員の機先を制した。
§18.38.2ἔφη γὰρ τὰ μὲν πρότερον ὑπὸ Ῥωμαίων καὶ τῶν συμμάχων ἐπιταττόμενα πάντα συγχωρεῖν καὶ ποιήσειν, περὶ δὲ τῶν λοιπῶν διδόναι τῇ συγκλήτῳ τὴν ἐπιτροπήν.
というのも、彼は、以前にローマ人と同盟者たちから課された条件をすべて受け入れて実行すると述べ、残りの事柄については元老院に決定を委ねると宣言したからである。
§18.38.3τούτων δὲ ῥηθέντων οἱ μὲν ἄλλοι πάντες ἀπεσιώπησαν, ὁ δὲ τῶν Αἰτωλῶν Φαινέας "τί οὖν ἡμῖν οὐκ ἀποδίδως, Φίλιππε" ἔφη "Λάρισαν τὴν Κρεμαστήν, Φάρσαλον, Θήβας τὰς Φθίας, Ἐχῖνον" §18.38.4;
これらが語られると、他の者たちはみな沈黙したが、アイトリア人のファイネアスは言った。 「フィリッポスよ、ではなぜあなたは我々に、クレマステ・ラリサ、パルサロス、プティオティス・テバイ、エキノスを返還しないのか?
ὁ μὲν οὖν Φίλιππος ἐκέλευε παραλαμβάνειν αὐτούς, ὁ δὲ Τίτος τῶν μὲν ἄλλων οὐκ ἔφη δεῖν οὐδεμίαν, Θήβας δὲ μόνον τὰς Φθίας·
」そこでフィリッポスは、彼らがそれらを受け取るよう促したが、ティトゥスは、他の都市についてはどれも彼らが受け取るべきではないと述べ、ただプティオティス・テバイのみを認めようとした。
§18.38.5Θηβαίους γὰρ ἐγγίσαντος αὐτοῦ μετὰ τῆς δυνάμεως καὶ παρακαλοῦντος σφᾶς εἰς τὴν Ῥωμαίων πίστιν οὐ βουληθῆναι·
というのも、彼が軍勢を率いて接近し、彼らをローマの信義に加わるよう勧告したとき、テバイ人はそれを望まなかったからである。
διὸ νῦν, κατὰ πόλεμον ὑποχειρίων ὄντων, ἔχειν ἐξουσίαν ἔφη βουλεύεσθαι περὶ αὐτῶν ὡς ἂν προαιρῆται.
それゆえ、彼らが今や戦争によって支配下にある以上、自分は彼らについて望む通りに決定する権限を持っている、とティトゥスは述べた。
§18.38.6τῶν δὲ περὶ τὸν Φαινέαν ἀγανακτούντων, καὶ λεγόντων ὅτι δέον αὐτοὺς εἴη, πρῶτον μέν, καθότι συνεπολέμησαν νῦν, κομίζεσθαι τὰς πόλεις τὰς πρότερον μεθʼ αὑτῶν συμπολιτευομένας, §18.38.7ἔπειτα κατὰ τὴν ἐξ ἀρχῆς συμμαχίαν, καθʼ ἣν ἔδει τῶν κατὰ πόλεμον ἑλόντων τὰ μὲν ἔπιπλα Ῥωμαίων εἶναι, τὰς δὲ πόλεις Αἰτωλῶν, ὁ Τίτος ἀγνοεῖν αὐτοὺς ἔφη κατʼ ἀμφότερα.
これに対してファイネアスらは憤慨し、自分たちには、第一に、今回ともに戦ったのであるから、以前自分たちと同一の国制に属していた諸都市を回復すべきであり、第二に、当初の同盟条約に従うならば、それによれば、戦争において獲得したもののうち、動産はローマ人のものとなり、都市はアイトリア人のものとなるはずであった、と主張したが、ティトゥスは彼らが両方の点において誤解していると述べた。
§18.38.8τήν τε γὰρ συμμαχίαν λελύσθαι, καθʼ ὃν καιρὸν τὰς διαλύσεις ἐποιήσαντο πρὸς Φίλιππον ἐγκαταλείποντες Ῥωμαίους, εἴ τε καὶ μένειν ἔτι τὴν συμμαχίαν, §18.38.9δεῖν αὐτοὺς κομίζεσθαι καὶ παραλαμβάνειν, οὐκ εἴ τινες ἐθελοντὴν σφᾶς εἰς τὴν Ῥωμαίων πίστιν ἐνεχείρισαν, ὅπερ αἱ κατὰ Θετταλίαν πόλεις ἅπασαι πεποιήκασι νῦν, ἀλλʼ εἴ τινες κατὰ κράτος ἑάλωσαν.
なぜなら、彼らがローマ人を見捨ててフィリッポスと和議を結んだ時点で同盟は解消されているからであり、また、たとえ同盟がまだ存続しているとしても、彼らが回復し受け取るべきなのは、自発的に自分自身をローマの信義に委ねたような都市――これこそテッサリアのすべての都市が今行ったことであるが――ではなく、武力によって攻略された都市であるべきだからである。