§18.38.1καὶ τότε μὲν ἐπὶ τούτοις ἐχωρίσθησαν.
当时,他们便在这些条件之下散会。
τῇ δʼ ὑστεραίᾳ παραγενομένου τοῦ βασιλέως, καὶ τῇ τρίτῃ πάντων εἰς τὸν σύλλογον ἁθροισθέντων, εἰσελθὼν ὁ Φίλιππος εὐστόχως καὶ συνετῶς ὑπετέμετο τὰς πάντων ὁρμάς·
次日国王抵达,第三天众人皆聚集于会场,腓力步入其中,巧妙而明智地抢先压制了所有人的冲动。
§18.38.2ἔφη γὰρ τὰ μὲν πρότερον ὑπὸ Ῥωμαίων καὶ τῶν συμμάχων ἐπιταττόμενα πάντα συγχωρεῖν καὶ ποιήσειν, περὶ δὲ τῶν λοιπῶν διδόναι τῇ συγκλήτῳ τὴν ἐπιτροπήν.
因为他声称,自己同意并会履行此前由罗马人及其盟友所规定的一切条件,而关于其余的事项,则将决定权托付给元老院。
§18.38.3τούτων δὲ ῥηθέντων οἱ μὲν ἄλλοι πάντες ἀπεσιώπησαν, ὁ δὲ τῶν Αἰτωλῶν Φαινέας "τί οὖν ἡμῖν οὐκ ἀποδίδως, Φίλιππε" ἔφη "Λάρισαν τὴν Κρεμαστήν, Φάρσαλον, Θήβας τὰς Φθίας, Ἐχῖνον"
这些话说完后,其他所有人都沉默不语,唯独埃托利亚人的领袖法涅阿斯说道:“腓力,那你为何不把克雷马斯特的拉里萨、法萨卢斯、弗提亚的底比斯和埃基努斯归还给我们?
§18.38.4; ὁ μὲν οὖν Φίλιππος ἐκέλευε παραλαμβάνειν αὐτούς, ὁ δὲ Τίτος τῶν μὲν ἄλλων οὐκ ἔφη δεῖν οὐδεμίαν, Θήβας δὲ μόνον τὰς Φθίας·
” 于是腓力让他们前去接管,但提图斯却声称,其他城市他们一个也不该接管,而唯独可以接管弗提亚的底比斯。
§18.38.5Θηβαίους γὰρ ἐγγίσαντος αὐτοῦ μετὰ τῆς δυνάμεως καὶ παρακαλοῦντος σφᾶς εἰς τὴν Ῥωμαίων πίστιν οὐ βουληθῆναι· διὸ νῦν, κατὰ πόλεμον ὑποχειρίων ὄντων, ἔχειν ἐξουσίαν ἔφη βουλεύεσθαι περὶ αὐτῶν ὡς ἂν προαιρῆται.
因为当提图斯率军逼近并劝说他们归顺罗马人的信义时,底比斯人并不愿意;因此,由于他们现在是在战争中被征服的,提图斯声称自己有权按照自己的意愿对他们做出决定。
§18.38.6τῶν δὲ περὶ τὸν Φαινέαν ἀγανακτούντων, καὶ λεγόντων ὅτι δέον αὐτοὺς εἴη, πρῶτον μέν, καθότι συνεπολέμησαν νῦν, κομίζεσθαι τὰς πόλεις τὰς πρότερον μεθʼ αὑτῶν συμπολιτευομένας, §18.38.7ἔπειτα κατὰ τὴν ἐξ ἀρχῆς συμμαχίαν, καθʼ ἣν ἔδει τῶν κατὰ πόλεμον ἑλόντων τὰ μὲν ἔπιπλα Ῥωμαίων εἶναι, τὰς δὲ πόλεις Αἰτωλῶν, ὁ Τίτος ἀγνοεῖν αὐτοὺς ἔφη κατʼ ἀμφότερα.
法涅阿斯等人对此感到愤慨,并声称,首先因为他们在这次战争中协同作战,他们应当收回此前与他们处于同一政体之下的诸城市,其次根据最初的盟约,其中规定在战争中捕获的财产中,动产归罗马人所有,而城市则归埃托利亚人所有。 但提图斯声称,他们在这两点上都搞错了。
§18.38.8τήν τε γὰρ συμμαχίαν λελύσθαι, καθʼ ὃν καιρὸν τὰς διαλύσεις ἐποιήσαντο πρὸς Φίλιππον ἐγκαταλείποντες Ῥωμαίους, εἴ τε καὶ μένειν ἔτι τὴν συμμαχίαν, §18.38.9δεῖν αὐτοὺς κομίζεσθαι καὶ παραλαμβάνειν, οὐκ εἴ τινες ἐθελοντὴν σφᾶς εἰς τὴν Ῥωμαίων πίστιν ἐνεχείρισαν, ὅπερ αἱ κατὰ Θετταλίαν πόλεις ἅπασαι πεποιήκασι νῦν, ἀλλʼ εἴ τινες κατὰ κράτος ἑάλωσαν.
因为,他说,在他们抛弃罗马人并与腓力达成和议时,盟约就已经废除了;而即便盟约依然存在,他们应当收回和接管的,也绝非那些自愿将自己托付给罗马人信义的城市——正如现在色萨利的所有城市所做的那样——而应当是那些被武力攻克的城市。