§18.31.1τίς οὖν αἰτία τοῦ νικᾶν Ῥωμαίους καὶ τί τὸ σφάλλον ἐστὶ τοὺς ταῖς φάλαγξι χρωμένους;
それでは、ローマ人が勝利し、ファランクスを用いる者たちが挫折する原因は何であろうか。
§18.31.2ὅτι συμβαίνει τὸν μὲν πόλεμον ἀορίστους ἔχειν καὶ τοὺς καιροὺς καὶ τοὺς τόπους τοὺς πρὸς τὴν χρείαν, τῆς δὲ φάλαγγος ἕνα καιρὸν εἶναι καὶ τόπων ἓν γένος, ἐν οἷς δύναται τὴν αὑτῆς χρείαν ἐπιτελεῖν.
それは、戦争が必要とする時(タイミング)と場所は不定であるのに対し、ファランクスがその有効性を発揮できるのは、ただ一つの特定の時(タイミング)と、一種類(のみ)の場所であるからだ。
§18.31.3εἰ μὲν οὖν τις ἦν ἀνάγκη τοῖς ἀντιπάλοις εἰς τοὺς τῆς φάλαγγος καιροὺς καὶ τόπους συγκαταβαίνειν, ὅτε μέλλοιεν κρίνεσθαι περὶ τῶν ὅλων, εἰκὸς ἦν κατὰ τὸν ἄρτι λόγον ἀεὶ φέρεσθαι τὸ πρωτεῖον τοὺς ταῖς φάλαγξι χρωμένους·
それゆえ、もし敵が、勝敗を決する戦いを交えようとするときに、ファランクスに適した時と場所に必ず降りてこなければならないという必然性があるならば、先ほどの議論の通り、ファランクスを用いる者たちが常に勝利を収めるはずである。
§18.31.4εἰ δὲ δυνατὸν ἐκκλίνειν καὶ τοῦτο ποιεῖν ῥᾳδίως, πῶς ἂν ἔτι φοβερὸν εἴη τὸ προειρημένον σύνταγμα;
しかし、もしそれを避けることが可能であり、しかも容易にできるとすれば、前述の隊形がどうしてこれ以上恐るべきものとなるだろうか。
§18.31.5καὶ μὴν ὅτι χρείαν ἔχει τόπων ἐπιπέδων καὶ ψιλῶν ἡ φάλαγξ, πρὸς δὲ τούτοις μηδὲν ἐμπόδιον ἐχόντων, λέγω δʼ οἷον τάφρους, ἐκρήγματα, συναγκείας, ὀφρῦς, ῥεῖθρα ποταμῶν, ὁμολογούμενόν ἐστι.
さらに、ファランクスが平坦で開けた場所を必要とし、その上、障害物――私が言うのは、例えば堀、崩落跡、険しい谷、崖、川の流れなどであるが――が何もない場所を必要とすることは、万人の認めるところである。
§18.31.6πάντα γὰρ τὰ προειρημένα παραποδίζειν καὶ λύειν τὴν τοιαύτην τάξιν ἱκανὰ γίνεται.
なぜなら、前述のこれらすべては、そのような隊形の動きを妨げ、瓦解させるのに十分だからである。
§18.31.7διότι δʼ εὑρεῖν τόπους ποτὲ μὲν ἐπὶ σταδίους εἴκοσι, ποτὲ δὲ καὶ πλείους, ἐν οἷς μηδέν τι τοιοῦτον ὑπάρχει, σχεδόν, ὡς εἰπεῖν, ἀδύνατόν ἐστιν, εἰ δὲ μή γε, τελέως σπάνιον, καὶ τοῦτο πᾶς ἄν τις ὁμολογήσειεν.
そして、時に20スタディオン、時にはそれ以上の広さにわたって、このような障害物が何もない場所を見つけることは、実質的に不可能であるか、あるいは不可能でないにしても極めてまれであるということは、誰もが同意するであろう。
§18.31.8οὐ μὴν ἀλλʼ ἔστω τόπους εὑρῆσθαι τοιούτους.
それでもなお、そのような場所が見つかったと仮定しよう。
ἐὰν οὖν οἱ [μὲν] πολεμοῦντες εἰς μὲν τούτους μὴ συγκαταβαίνωσι, περιπορευόμενοι δὲ πορθῶσι τὰς πόλεις καὶ τὴν χώραν τὴν τῶν συμμάχων, τί τῆς τοιαύτης ὄφελος ἔσται συντάξεως;
しかし、もし敵がそこへは降りてこず、回り道をして同盟国の都市や領土を略奪したならば、そのような隊形に何の役に立つだろうか。
§18.31.9μένουσα μὲν γὰρ ἐν τοῖς ἐπιτηδείοις αὑτῇ τόποις οὐχ οἷον ὠφελεῖν δύναιτʼ ἂν τοὺς φίλους, ἀλλʼ οὐδʼ ἑαυτὴν σῴζειν.
なぜなら、自分に適した場所にとどまっている限り、味方を助けることができないばかりか、自らを救うことさえできないからである。
§18.31.10αἱ γὰρ τῶν ἐπιτηδείων παρακομιδαὶ κωλυθήσονται ῥᾳδίως ὑπὸ τῶν πολεμίων, ὅταν ἀκονιτὶ κρατῶσι τῶν ὑπαίθρων·
敵が戦わずして野外を制圧しているときには、補給品の輸送は敵によって容易に阻止されるであろう。
§18.31.11ἐὰν δʼ ἀπολιποῦσα τοὺς οἰκείους τόπους βούληταί τι πράττειν, εὐχείρωτος ἔσται τοῖς πολεμίοις.
しかし、もしファランクスが自らの適地を離れて何らかの行動を起こそうとすれば、敵にとって容易に攻略できるものとなるだろう。
§18.31.12οὐ μὴν ἀλλὰ κἂν εἰς τοὺς ἐπιπέδους συγκαταβάς τις τόπους μὴ πᾶν ἅμα τὸ σφέτερον στρατόπεδον ὑπὸ τὴν ἐπαγωγὴν τῆς φάλαγγος καὶ τὸν ἕνα καιρὸν ὑποβάλῃ, βραχέα δὲ φυγομαχήσῃ κατʼ αὐτὸν τὸν τοῦ κινδύνου καιρόν, εὐθεώρητον γίνεται τὸ συμβησόμενον ἐξ ὧν
そればかりか、たとえ平坦な場所に降りてきたとしても、自軍の全軍を一挙にファランクスの突撃とその得意な唯一のタイミングに晒すことをせず、危急のまさにその瞬間にわずかでも戦いを避けるならば、そこから何が起こるかは、次の点から容易に見極めることができる。