§18.3.1ταῦτα δʼ εἰπόντος τοῦ Φαινέου τοῦ τῶν Αἰτωλῶν στρατηγοῦ, μεταλαβὼν Ἀλέξανδρος ὁ προσαγορευόμενος Ἴσιος, ἀνὴρ δοκῶν πραγματικὸς εἶναι καὶ λέγειν ἱκανός, §18.3.2οὔτε διαλύεσθαι νῦν ἔφησε τὸν Φίλιππον ἀληθινῶς οὔτε πολεμεῖν γενναίως, ὅταν δέῃ τοῦτο πράττειν, ἀλλʼ ἐν μὲν τοῖς συλλόγοις καὶ ταῖς ὁμιλίαις ἐνεδρεύειν καὶ παρατηρεῖν καὶ ποιεῖν τὰ τοῦ πολεμοῦντος ἔργα, κατʼ αὐτὸν δὲ τὸν πόλεμον ἀδίκως ἵστασθαι καὶ λίαν ἀγεννῶς·
アイトリア人の将軍パイネアスがこのように述べた後、イシオスと呼ばれるアレクサンドロスが発言を引き継いだが、彼は実務能力があり弁舌にも優れていると目されている人物であり、フィリッポスは現在、誠実に講和を結ぼうともしておらず、戦うべき時に雄々しく戦おうともしていないと述べた。 むしろ会談や交渉の席においては待ち伏せをして隙を窺い、交戦者のごとき振舞いを見せている一方で、いざ戦争そのものにおいては不正に、かつ極めて卑劣に振舞っている、と。
§18.3.3ἀφέντα γὰρ τοῦ κατὰ πρόσωπον ἀπαντᾶν τοῖς πολεμίοις, φεύγοντα τὰς πόλεις ἐμπιπράναι καὶ διαρπάζειν καὶ διὰ ταύτης τῆς προαιρέσεως ἡττώμενον τὰ τῶν νικώντων ἆθλα λυμαίνεσθαι.
すなわち、彼は敵と正面から相まみえることを避け、敗走しながら諸都市を放火し略奪しており、このような方針をとることで、自らが敗れつつも、勝者の手に入るべき恩賞を台無しにしているのだという。
§18.3.4καίτοι γε τοὺς πρότερον Μακεδόνων βεβασιλευκότας οὐ ταύτην ἐσχηκέναι τὴν πρόθεσιν, ἀλλὰ τὴν ἐναντίαν·
しかしながら、かつてマケドニアを統治した王たちは、このような意図を持たず、むしろ真逆の意図を抱いていた。
μάχεσθαι μὲν γὰρ πρὸς ἀλλήλους συνεχῶς ἐν τοῖς ὑπαίθροις, τὰς δὲ πόλεις σπανίως ἀναιρεῖν καὶ καταφθείρειν.
すなわち、彼らは野外で絶えず互いに戦いはしたものの、都市を滅ぼしたり破壊したりすることは稀であった。
§18.3.5τοῦτο δʼ εἶναι πᾶσι φανερὸν ἔκ τε τοῦ πολέμου τοῦ περὶ τὴν Ἀσίαν, ὃν Ἀλέξανδρος ἐπολέμησε πρὸς Δαρεῖον, ἔκ τε τῆς τῶν διαδεξαμένων ἀμφισβητήσεως, καθʼ ἣν ἐπολέμησαν πάντες πρὸς Ἀντίγονον ὑπὲρ τῆς Ἀσίας.
このことは、アレクサンドロスがダレイオスに対して行ったアジアでの戦争からも、また後継者たちがアジアをめぐって全員でアンティゴノスと戦ったその争いからも、誰の目にも明らかである。
§18.3.6παραπλησίως δὲ καὶ τοὺς τούτους διαδεξαμένους μέχρι Πύρρου κεχρῆσθαι τῇ προαιρέσει ταύτῃ·
同様に、彼らの後継者たちもピュロスに至るまで、この方針を採用していた。
§18.3.7διακινδυνεύειν μὲν γὰρ πρὸς αὑτοὺς ἐν τοῖς ὑπαίθροις προχείρως καὶ πάντα ποιεῖν εἰς τὸ καταγωνίσασθαι διὰ τῶν ὅπλων ἀλλήλους, τῶν δὲ πόλεων φείδεσθαι χάριν τοῦ τοὺς νικήσαντας ἡγεῖσθαι τούτων καὶ τιμᾶσθαι παρὰ τοῖς ὑποταττομένοις.
というのも彼らは、野戦において進んで互いに雌雄を決し、武力によって相手を打ち負かすためにあらゆる手を尽くしたものの、勝者がそれらの都市を支配し、臣従する人々から敬意を受けられるようにするために、都市には寛大な処置を施したからである。
§18.3.8τὸ δʼ ἀναιροῦντα περὶ ὧν ὁ πόλεμός ἐστι τὸν πόλεμον αὐτὸν καταλιπεῖν μανίας ἔργον εἶναι, καὶ ταύτης ἐρρωμένης, ὃ νῦν ποιεῖν τὸν Φίλιππον·
だが、戦争の対象であるものを破壊しながら、戦争そのものを存続させることは狂気の沙汰であり、それも極めて重篤な狂気であって、それこそが今フィリッポスの行っていることなのである。
§18.3.9τοσαύτας γὰρ διεφθαρκέναι πόλεις ἐν Θετταλίᾳ, φίλον ὄντα καὶ σύμμαχον, καθʼ ὃν καιρὸν ἐκ τῶν ἐν Ἠπείρῳ στενῶν ἐποιεῖτο τὴν σπουδήν, ὅσας οὐδείς ποτε τῶν Θετταλοῖς πεπολεμηκότων διέφθειρε.
すなわち彼は、エペイロスの峻険な関門から急行していた際、テッサリアの友人であり同盟者でありながら、かつてテッサリア人と戦ったいかなる者も破壊したことがないほど多くの都市を破壊したのである。
§18.3.10πολλὰ δὲ καὶ ἕτερα πρὸς ταύτην τὴν ὑπόθεσιν διαλεχθεὶς τελευταίοις ἐχρήσατο τούτοις.
この論点について他にも多くのことを論じた後、彼は最後に次のように締めくくった。
§18.3.11ἤρετο γὰρ τὸν Φίλιππον διὰ τί Λυσιμάχειαν μετʼ Αἰτωλῶν ταττομένην καὶ στρατηγὸν ἔχουσαν παρʼ αὐτῶν ἐκβαλὼν τοῦτον κατάσχοι φρουρᾷ τὴν πόλιν·
彼はフィリッポスに問いかけた。 なぜアイトリア人の側に位置し、彼らから派遣された将軍を迎えていたリュシマケイアから、その将軍を追い出して守備隊によりその都市を占拠したのか。
§18.3.12διὰ τί δὲ Κιανούς, παραπλησίως μετʼ Αἰτωλῶν συμπολιτευομένους ἐξανδραποδίσαιτο, φίλος ὑπάρχων Αἰτωλοῖς·
また、アイトリア人の友人でありながら、同様にアイトリア人と同盟関係にあったキアノス人たちを、なぜ奴隷に売り払ったのか。
τί δὲ λέγων κατέχει νῦν Ἐχῖνον καὶ Θήβας τὰς Φθίας καὶ Φάρσαλον καὶ Λάρισαν.
そして、どのような言い分があって、現在エキノス、プティオティスのテバイ、パルサロス、ラリサを占拠し続けているのか、と。