§18.26.1οἱ μὲν οὖν πλείους τῶν Ῥωμαίων ἑπόμενοι τούτους ἔκτεινον·
こうして、ローマ兵の大半は彼らを追撃して殺害していた。
§18.26.2εἷς δὲ τῶν χιλιάρχων τῶν ἅμα τούτοις, σημαίας ἔχων οὐ πλείους εἴκοσι, καὶ παρʼ αὐτὸν τὸν τῆς χρείας καιρὸν συμφρονήσας ὃ δέον εἴη ποιεῖν, μεγάλα συνεβάλετο πρὸς τὴν τῶν ὅλων κατόρθωσιν.
しかし、彼らとともにいた軍事官の一人は、多くとも二十の旗隊を率いていたが、まさにその危急の瞬間に何をなすべきかを判断し、全体の勝利に大いに貢献した。
§18.26.3θεωρῶν γὰρ τοὺς περὶ τὸν Φίλιππον ἐπὶ πολὺ προπεπτωκότας τῶν ἄλλων καὶ πιεζοῦντας τῷ βάρει τὸ σφέτερον εὐώνυμον, ἀπολιπὼν τοὺς ἐπὶ τοῦ δεξιοῦ νικῶντας ἤδη καταφανῶς, ἐπιστρέψας ἐπὶ τοὺς ἀγωνιζομένους καὶ κατόπιν ἐπιγενόμενος προσέβαλλε κατὰ νώτου τοῖς Μακεδόσι.
すなわち彼は、フィリッポスの率いる軍勢が他の部隊よりもはるかに前方に進出し、その重圧によって自分たちの左翼を圧倒しているのを見て、すでに明らかに勝利を収めつつあった右翼の者たちのもとを離れ、交戦中の者たちの方へと方向を転じて背後に回り込み、マケドニア兵たちの後方から襲いかかったのである。
§18.26.4τῆς δὲ τῶν φαλαγγιτῶν χρείας ἀδυνάτου καθεστώσης ἐκ μεταβολῆς καὶ κατʼ ἄνδρα κινδυνεύειν, οὗτος μὲν ἐπέκειτο κτείνων τοὺς ἐν ποσίν, οὐ δυναμένους αὑτοῖς βοηθεῖν,
ファランクス兵というものは、向きを変えて個々人で戦闘を行うことが不可能な仕組みになっているため、彼は自分たちを救うすべもない目の前の敵を殺戮しながら、猛攻を加えた。
§18.26.5ἕως οὗ ῥίψαντες τὰ ὅπλα φεύγειν ἠναγκάσθησαν οἱ Μακεδόνες, συνεπιθεμένων αὐτοῖς ἐκ μεταβολῆς καὶ τῶν κατὰ πρόσωπον ἐγκεκλικότων.
ついにマケドニア兵たちは武器を投げ捨てて逃走せざるを得なくなった。 これまで正面で押されていたローマ兵たちも、向きを変えて共同で襲いかかったからである。
ὁ δὲ Φίλιππος ἐν μὲν ταῖς ἀρχαῖς, §18.26.6καθάπερ εἶπα, τεκμαιρόμενος ἐκ τοῦ καθʼ αὑτὸν μέρους ἐπέπειστο τελέως νικᾶν·
一方、フィリッポスは最初は、私が述べたように、彼自身の率いる部隊の状況から判断して、完全に勝利していると確信していた。
§18.26.7τότε δὲ συνθεασάμενος ἄφνω ῥιπτοῦντας τὰ ὅπλα τοὺς Μακεδόνας καὶ τοὺς πολεμίους κατὰ νώτου προσβεβληκότας, βραχὺ γενόμενος ἐκ τοῦ κινδύνου μετʼ ὀλίγων ἱππέων καὶ πεζῶν συνεθεώρει τὰ ὅλα.
しかしその時、突如としてマケドニア兵たちが武器を投げ捨て、敵がその背後から攻撃を加えているのを目にして、少数の騎兵と歩兵を伴って危険から少し身を引いた場所から、戦況の全体を見渡した。
§18.26.8κατανοήσας δὲ τοὺς Ῥωμαίους κατὰ τὸ δίωγμα τοῦ λαιοῦ κέρως τοῖς ἄκροις ἤδη προσπελάζοντας, ἐγίνετο πρὸς τὸ φεύγειν, ὅσους ἐδύνατο πλείστους ἐκ τοῦ καιροῦ συναθροίσας τῶν Θρᾳκῶν καὶ Μακεδόνων.
そして、ローマ兵たちが自軍の左翼を追撃し、すでに山頂にまで接近していることに気づくと、その場でかき集めることのできたトラキア兵やマケドニア兵をできるだけ多く伴って、逃走へと移った。
§18.26.9Τίτος δὲ τοῖς φεύγουσιν ἑπόμενος, καὶ καταλαβὼν ἐν ταῖς ὑπερβολαῖς ἄρτι τοῖς ἄκροις ἐπιβαλλούσας τὰς εὐωνύμους τάξεις τῶν Μακεδόνων τὰς μὲν ἀρχὰς ἐπέστη, τῶν πολεμίων ὀρθὰς ἀνασχόντων τὰς σαρίσας,
一方、ティトゥスは逃げる敵を追撃し、峠において、マケドニアの左翼部隊がちょうど頂上に達しつつあるのに遭遇すると、敵がサリサを真っ直ぐ上に掲げたため、最初は立ち止まった。
§18.26.10ὅπερ ἔθος ἐστὶ ποιεῖν τοῖς Μακεδόσιν, ὅταν ἢ παραδιδῶσιν αὑτοὺς ἢ μεταβάλλωνται πρὸς τοὺς ὑπεναντίους·
これはマケドニア兵が、降伏するか、あるいは敵の側へと寝返る際に行う習慣であった。
§18.26.11μετὰ δὲ ταῦτα πυθόμενος τὴν αἰτίαν τοῦ συμβαίνοντος παρακατεῖχε τοὺς μεθʼ αὑτοῦ φείσασθαι κρίνων τῶν ἀποδεδειλιακότων.
その後、彼はこの行動の理由を知ると、闘志を失った者たちを助けるべきだと判断し、配下の者たちを制止した。
§18.26.12ἀκμὴν δὲ τοῦ Τίτου ταῦτα διανοουμένου τῶν προηγουμένων τινὲς ἐπιπεσόντες αὐτοῖς ἐξ ὑπερδεξίου προσέφερον τὰς χεῖρας, καὶ τοὺς μὲν πλείους διέφθειρον, ὀλίγοι δέ τινες διέφυγον ῥίψαντες τὰ ὅπλα.
しかし、ティトゥスがまさにこのように考えているその時に、先行していた兵たちの数人が高地から彼らに襲いかかって攻撃を加え、その大半を殺害してしまい、わずかな者たちだけが武器を投げ捨てて逃げ延びた。