§18.26.1οἱ μὲν οὖν πλείους τῶν Ῥωμαίων ἑπόμενοι τούτους ἔκτεινον·
于是,大部分罗马人追击并杀戮他们。
§18.26.2εἷς δὲ τῶν χιλιάρχων τῶν ἅμα τούτοις, σημαίας ἔχων οὐ πλείους εἴκοσι, καὶ παρʼ αὐτὸν τὸν τῆς χρείας καιρὸν συμφρονήσας ὃ δέον εἴη ποιεῖν, μεγάλα συνεβάλετο πρὸς τὴν τῶν ὅλων κατόρθωσιν.
但在他们之中的一位军事长官,率领着不超过二十个旗队,在紧要关头果断地判断出应当做些什么,从而对全局的胜利作出了巨大的贡献。
§18.26.3θεωρῶν γὰρ τοὺς περὶ τὸν Φίλιππον ἐπὶ πολὺ προπεπτωκότας τῶν ἄλλων καὶ πιεζοῦντας τῷ βάρει τὸ σφέτερον εὐώνυμον, ἀπολιπὼν τοὺς ἐπὶ τοῦ δεξιοῦ νικῶντας ἤδη καταφανῶς, ἐπιστρέψας ἐπὶ τοὺς ἀγωνιζομένους καὶ κατόπιν ἐπιγενόμενος προσέβαλλε κατὰ νώτου τοῖς Μακεδόσι.
因为他看到菲利普麾下的士兵已经比其他人突前了很远,并正用其重量压迫着罗马的左翼,于是他离开已经在右翼明显获胜的部队,转身朝向正在交战的敌军,并从后方包抄,向马其顿人发起背击。
§18.26.4τῆς δὲ τῶν φαλαγγιτῶν χρείας ἀδυνάτου καθεστώσης ἐκ μεταβολῆς καὶ κατʼ ἄνδρα κινδυνεύειν, οὗτος μὲν ἐπέκειτο κτείνων τοὺς ἐν ποσίν, οὐ δυναμένους αὑτοῖς βοηθεῖν, §18.26.5ἕως οὗ ῥίψαντες τὰ ὅπλα φεύγειν ἠναγκάσθησαν οἱ Μακεδόνες, συνεπιθεμένων αὐτοῖς ἐκ μεταβολῆς καὶ τῶν κατὰ πρόσωπον ἐγκεκλικότων.
由于方阵步兵无法转身进行单兵作战,他便对眼前的敌人展开了猛烈的杀戮,而敌人根本无法自卫,直到马其顿人被迫丢弃武器逃跑,因为先前在正面退却的罗马人士兵也转过身来,一同对他们发起夹击。
ὁ δὲ Φίλιππος ἐν μὲν ταῖς ἀρχαῖς, §18.26.6καθάπερ εἶπα, τεκμαιρόμενος ἐκ τοῦ καθʼ αὑτὸν μέρους ἐπέπειστο τελέως νικᾶν· §18.26.7τότε δὲ συνθεασάμενος ἄφνω ῥιπτοῦντας τὰ ὅπλα τοὺς Μακεδόνας καὶ τοὺς πολεμίους κατὰ νώτου προσβεβληκότας, βραχὺ γενόμενος ἐκ τοῦ κινδύνου μετʼ ὀλίγων ἱππέων καὶ πεζῶν συνεθεώρει τὰ ὅλα.
而菲利普最初,如前所述,他根据自己所率领的部分战况做出判断,深信自己已获得了完全的胜利;但此时他突然看到马其顿人纷纷丢弃武器,而敌军已从后方发起进攻,于是他带着少数骑兵和步兵,稍微退离险境,观察了全局的形势。
§18.26.8κατανοήσας δὲ τοὺς Ῥωμαίους κατὰ τὸ δίωγμα τοῦ λαιοῦ κέρως τοῖς ἄκροις ἤδη προσπελάζοντας, ἐγίνετο πρὸς τὸ φεύγειν, ὅσους ἐδύνατο πλείστους ἐκ τοῦ καιροῦ συναθροίσας τῶν Θρᾳκῶν καὶ Μακεδόνων.
脑海中意识到罗马人在追击己方左翼时已逼近山顶,他便在当时的情况下,尽可能多地聚集起色雷斯兵和马其顿兵,开始逃跑。
§18.26.9Τίτος δὲ τοῖς φεύγουσιν ἑπόμενος, καὶ καταλαβὼν ἐν ταῖς ὑπερβολαῖς ἄρτι τοῖς ἄκροις ἐπιβαλλούσας τὰς εὐωνύμους τάξεις τῶν Μακεδόνων τὰς μὲν ἀρχὰς ἐπέστη, τῶν πολεμίων ὀρθὰς ἀνασχόντων τὰς σαρίσας, §18.26.10ὅπερ ἔθος ἐστὶ ποιεῖν τοῖς Μακεδόσιν, ὅταν ἢ παραδιδῶσιν αὑτοὺς ἢ μεταβάλλωνται πρὸς τοὺς ὑπεναντίους·
而提图斯则追击逃跑者,并在越过关隘时,碰到了刚好到达山顶的马其顿左翼部队;由于敌人将萨里沙长枪直立举起,他起初便停下了脚步,这是马其顿人在投降或倒向敌方时习惯做出的举动。
§18.26.11μετὰ δὲ ταῦτα πυθόμενος τὴν αἰτίαν τοῦ συμβαίνοντος παρακατεῖχε τοὺς μεθʼ αὑτοῦ φείσασθαι κρίνων τῶν ἀποδεδειλιακότων.
随后,在弄清这一举动的缘由后,他制止了身边的兵士,认为应当宽恕那些已经丧失斗志的人。
§18.26.12ἀκμὴν δὲ τοῦ Τίτου ταῦτα διανοουμένου τῶν προηγουμένων τινὲς ἐπιπεσόντες αὐτοῖς ἐξ ὑπερδεξίου προσέφερον τὰς χεῖρας, καὶ τοὺς μὲν πλείους διέφθειρον, ὀλίγοι δέ τινες διέφυγον ῥίψαντες τὰ ὅπλα.
就在提图斯还在如此思量之时,一些走在前头的士兵从高处冲向他们,向他们痛下杀手,杀死了其中的大部分人,只有少数人丢下武器得以逃脱。