§18.25.1γενομένης δὲ τῆς ἐξ ἀμφοῖν συμπτώσεως μετὰ βίας καὶ κραυγῆς ὑπερβαλλούσης, ὡς ἂν ἀμφοτέρων ὁμοῦ συναλαλαζόντων, ἅμα δὲ καὶ τῶν ἐκτὸς τῆς μάχης ἐπιβοώντων τοῖς ἀγωνιζομένοις, ἦν τὸ γινόμενον ἐκπληκτικὸν καὶ παραστατικὸν ἀγωνίας.
双方の激しい衝突が、凄まじい叫び声とともに起こると、まるで両軍が一斉に鬨の声を上げているかのようであり、同時に戦いの外にいる者たちも戦っている者たちに大声で声援を送っていたため、引き起こされた光景は恐ろしく、強い緊張を呼び起こすものであった。
§18.25.2τὸ μὲν οὖν δεξιὸν τοῦ Φιλίππου λαμπρῶς ἀπήλλαττε κατὰ τὸν κίνδυνον, ἅτε καὶ τὴν ἔφοδον ἐξ ὑπερδεξίου ποιούμενον καὶ τῷ βάρει τῆς συντάξεως ὑπερέχον καὶ τῇ διαφορᾷ τοῦ καθοπλισμοῦ πρὸς τὴν ἐνεστῶσαν χρείαν πολὺ παραλλάττον·
フィリッポスの右翼は、高地から突撃を行い、かつその密集陣形の重圧において勝り、その武装の違いが目前の戦闘の要求に大いに適していたため、この戦闘を非常に有利に進めていた。
§18.25.3τὰ δὲ λοιπὰ μέρη τῆς δυνάμεως αὐτῷ τὰ μὲν ἐχόμενα τῶν κινδυνευόντων ἐν ἀποστάσει τῶν πολεμίων ἦν, τὰ δʼ ἐπὶ τῶν εὐωνύμων ἄρτι διηνυκότα τὰς ὑπερβολὰς ἐπεφαίνετο τοῖς ἄκροις.
しかし、彼の軍勢の残りの部分は、一方は戦っている者たちに続いていたものの敵から離れた位置にあり、他方の左翼に位置する部分は、ちょうど山頂を越え終えて頂上に姿を現したところであった。
§18.25.4ὁ δὲ Τίτος, θεωρῶν οὐ δυναμένους τοὺς παρʼ αὑτοῦ στέγειν τὴν τῆς φάλαγγος ἔφοδον, ἀλλʼ ἐκπιεζουμένους τοὺς ἐπὶ τῶν εὐωνύμων, καὶ τοὺς μὲν ἀπολωλότας ἤδη, τοὺς δʼ ἐπὶ πόδα ποιουμένους τὴν ἀναχώρησιν, ἐν δὲ τοῖς δεξιοῖς μέρεσι καταλειπομένας τῆς σωτηρίας τὰς ἐλπίδας,
一方ティトゥスは、味方がファランクスの突撃を支えることができず、かえって左翼の者たちが圧倒され、一部の者はすでに戦死し、他の者は一歩ずつ退却しており、自分たちの右翼にのみ救いの希望が残されているのを目にした。
§18.25.5ταχέως ἀφορμήσας πρὸς τούτους, καὶ συνθεασάμενος [τῆς] τῶν πολεμίων τὰ μὲν συνεχῆ τοῖς διαγωνιζομένοις, τὰ δʼ ἐκ τῶν ἄκρων ἀκμὴν ἐπικαταβαίνοντα, τὰ δʼ ἔτι τοῖς ἄκροις ἐφεστῶτα, προθέμενος τὰ θηρία προσῆγε τὰς σημαίας τοῖς πολεμίοις.
彼は素早く右翼の者たちのもとへと急ぎ、また、敵のうち、ある部分はすでに交戦している者たちに合流しており、別の部分は山頂から今まさに下りてきている最中であり、また別の部分はまだ山頂にとどまっているのを見て、象を前面に立てて、旗隊を敵に向けて前進させた。
§18.25.6οἱ δὲ Μακεδόνες, οὔτε τὸν παραγγελοῦντʼ ἔχοντες οὔτε συστῆναι δυνάμενοι καὶ λαβεῖν τὸ τῆς φάλαγγος ἴδιον σχῆμα διά τε τὰς τῶν τόπων δυσχερείας καὶ διὰ τὸ τοῖς ἀγωνιζομένοις ἑπόμενοι πορείας ἔχειν διάθεσιν καὶ μὴ παρατάξεως,
しかしマケドニア兵たちは、号令を下す者もおらず、地形の困難さと、すでに戦っている者たちに続いていたために戦闘ではなく行軍の態勢をとっていたことのゆえに、ファランクス特有の陣形を整えて維持することができなかった。
§18.25.7οὐδὲ προσεδέξαντο τοὺς Ῥωμαίους εἰς τὰς χεῖρας ἔτι, διʼ αὐτῶν δὲ τῶν θηρίων πτοηθέντες καὶ διασπασθέντες ἐνέκλιναν.
そのため彼らは、ローマ軍を迎えて白兵戦に入ることさえもはやできず、まさにその象たちによって怯えさせられ、攪乱されて退却した。