§18.22.1ὁ δὲ Φίλιππος οὐδέποτʼ ἂν ἐλπίσας κατʼ ἐκείνην τὴν ἡμέραν ὁλοσχερῆ γενέσθαι κίνδυνον διὰ τὰς προειρημένας αἰτίας, ἀφεικὼς ἔτυχε καὶ πλείους ἐκ τῆς παρεμβολῆς ἐπὶ χορτολογίαν.
一方フィリッポスは、先に述べた理由のために、その日には全面的な決戦が起こるとは決して予想もしていなかったであろうから、たまたま陣営からかなりの数の兵を飼料集めのために送り出してしまっていた。
§18.22.2τότε δὲ πυνθανόμενος τὰ συμβαίνοντα παρὰ τῶν διαποστελλομένων, καὶ τῆς ὀμίχλης ἤδη διαφαινούσης, παρακαλέσας Ἡρακλείδην τε τὸν Γυρτώνιον, ὃς ἡγεῖτο τῆς Θετταλικῆς ἵππου, καὶ Λέοντα τὸν τῶν Μακεδόνων ἱππάρχην ἐξέπεμπε, σὺν δὲ τούτοις Ἀθηναγόραν ἔχοντα πάντας τοὺς μισθοφόρους πλὴν τῶν Θρᾳκῶν.
しかしその時、使者たちから事態の推移を知らされ、また霧もすでに晴れかけていたので、テッサリア騎兵を率いていたギュルトン出身のヘラクレデースと、マケドニアの騎兵指揮官レオンを呼び出して派遣し、さらに彼らとともに、トラキア人を除くすべての傭兵を率いるアテナゴラスを送り出した。
§18.22.3συναψάντων δὲ τούτων τοῖς ἐν ταῖς ἐφεδρείαις, καὶ προσγενομένης τοῖς Μακεδόσι βαρείας χειρός, ἐνέκειντο τοῖς πολεμίοις·
彼らが前哨部隊と合流し、マケドニア軍に強力な援軍が加わると、彼らは敵に襲いかかった。
καὶ πάλιν οὗτοι τοὺς Ῥωμαίους ἤλαυνον ἐκ μεταβολῆς ἀπὸ τῶν ἄκρων.
そして今度は彼らがローマ軍を反転させ、山頂から追いたてた。
§18.22.4μέγιστον δʼ αὐτοῖς ἐμπόδιον ἦν τοῦ μὴ τρέψασθαι τοὺς πολεμίους ὁλοσχερῶς ἡ τῶν Αἰτωλικῶν ἱππέων φιλοτιμία·
彼らが敵を完全に敗走させるにあたって最大の障害となったのは、アイトリア人騎兵たちの旺盛な闘志であった。
πάνυ γὰρ ἐκθύμως οὗτοι καὶ παραβόλως ἐκινδύνευον.
なぜなら彼らは、きわめて熱心にかつ命知らずに戦ったからである。
§18.22.5Αἰτωλοὶ γάρ, καθʼ ὅσον ἐν τοῖς πεζικοῖς ἐλλιπεῖς εἰσι καὶ τῷ καθοπλισμῷ καὶ τῇ συντάξει πρὸς τοὺς ὁλοσχερεῖς ἀγῶνας, κατὰ τοσοῦτον τοῖς ἱππικοῖς διαφέρουσι πρὸς τὸ βέλτιον τῶν ἄλλων Ἑλλήνων ἐν τοῖς κατὰ μέρος καὶ κατʼ ἰδίαν κινδύνοις.
というのもアイトリア人は、全面的な戦闘における歩兵戦では、武具の点でも陣形の点でも劣っているのと同じ程度に、それだけ局地戦や個別の戦闘においては、騎兵戦で他のギリシア人よりもはるかに優れているからである。
§18.22.6διὸ καὶ τότε τούτων παρακατασχόντων τὴν ἐπιφορὰν τῶν πολεμίων, οὐκέτι συνηλάσθησαν ἕως εἰς τοὺς ἐπιπέδους τόπους, βραχὺ δʼ ἀποσχόντες ἐκ μεταβολῆς ἔστησαν.
それゆえ、この時も彼らが敵の猛攻を食い止めたため、ローマ軍はもはや平地まで追いつめられることはなく、わずかに退いたところで反転して踏みとどまった。
§18.22.7ὁ δὲ Τίτος, θεωρῶν οὐ μόνον τοὺς εὐζώνους καὶ τοὺς ἱππέας ἐγκεκλικότας, ἀλλὰ διὰ τούτους καὶ τὴν ὅλην δύναμιν ἐπτοημένην, ἐξῆγε τὸ στράτευμα πᾶν καὶ παρενέβαλε πρὸς τοῖς βουνοῖς.
ティトゥスは、軽装歩兵と騎兵が退却しているだけでなく、彼らのせいで全軍が動揺しているのを見て、全軍を率い出して丘のふもとに布陣させた。
§18.22.8κατὰ δὲ τὸν αὐτὸν καιρὸν ἕτερος ἐφʼ ἑτέρῳ τῶν ἐκ τῆς ἐφεδρείας Μακεδόνων ἔθει πρὸς τὸν Φίλιππον, ἀναβοῶν "βασιλεῦ, φεύγουσιν οἱ πολέμιοι·
同じ頃、前哨部隊のマケドニア兵が次から次へとフィリッポスのもとへ走ってきて、こう叫んだ。
μὴ παρῇς τὸν καιρόν·
「王よ、敵は逃げております。
οὐ μένουσιν ἡμᾶς οἱ βάρβαροι·
好機を逃してはなりません。
σὴ νῦν ἐστιν ἡμέρα, σὸς ὁ καιρός.
蛮族どもは我々を待ちきれません。
"ὥστε τὸν Φίλιππον,
今日はあなたの(勝利の)日であり、この好機はあなたのものです!
§18.22.9καίπερ οὐκ εὐδοκούμενον τοῖς τόποις, ὅμως ἐκκληθῆναι πρὸς τὸν κίνδυνον.
」その結果、フィリッポスは、その地形を好ましく思っていなかったにもかかわらず、決戦へと引きずり出されることになった。
οἱ γὰρ προειρημένοι λόφοι καλοῦνται μὲν Κυνὸς Κεφαλαί, τραχεῖς δʼ εἰσὶ καὶ περικεκλασμένοι καὶ πρὸς ὕψος ἱκανὸν ἀνατείνοντες.
というのも、先に述べた丘はキノスケファライと呼ばれており、険しく、起伏が激しく、かなりの高さまでそびえ立っているからである。
§18.22.10διὸ καὶ προορώμενος ὁ Φίλιππος τὴν δυσχρηστίαν τῶν τόπων, ἐξ ἀρχῆς μὲν οὐδαμῶς ἡρμόζετο πρὸς ἀγῶνα·
それゆえ、フィリッポスもその地形の不便さをあらかじめ予見していたので、当初は全く戦闘の準備を整えていなかった。
τότε δὲ παρορμηθεὶς διὰ τὴν ὑπερβολὴν τῆς εὐελπιστίας τῶν ἀγγελλόντων ἕλκειν παρήγγελλε τὴν δύναμιν ἐκ τοῦ χάρακος.
しかしその時は、報告をもたらす者たちの過度な楽観論に駆り立てられて、陣営から軍隊を進軍させるよう命じた。