§18.23.1ὁ δὲ Τίτος παρεμβαλὼν τὴν αὑτοῦ στρατιὰν ἑξῆς ἅπασαν, ἅμα μὲν ἐφήδρευε τοῖς προκινδυνεύουσιν, ἅμα δὲ παρεκάλει τὰς τάξεις ἐπιπορευόμενος.
一方ティトゥスは、自身の軍勢のすべてを整然と整列させ、一方では前線で戦う者たちを援護し、他方では各列を回りながら兵士たちを鼓舞した。
ἡ δὲ παράκλησις ἦν αὐτοῦ βραχεῖα μέν, §18.23.2ἐμφαντικὴ δὲ καὶ γνώριμος τοῖς ἀκούουσιν.
彼の激励は短いものであったが、聞き手にとって力強く、また馴染み深いものであった。
ἐναργῶς γὰρ ὑπὸ τὴν ὄψιν ἐνδεικνύμενος ἔλεγε τοῖς αὑτοῦ στρατιώταις"
というのも、彼はこれまでの出来事を彼らの目の前にありありと示すようにして、自身の兵士たちにこう語ったからである。
§18.23.3οὐχ οὗτοι Μακεδόνες εἰσίν, ὦ ἄνδρες, οὓς ὑμεῖς προκατέχοντας ἐν Μακεδονίᾳ τὰς εἰς τὴν Ἐορδαίαν ὑπερβολὰς ἐκ τοῦ προφανοῦς μετὰ Σολπικίου βιασάμενοι πρὸς τόπους ὑπερδεξίους ἐξεβάλετε, πολλοὺς αὐτῶν ἀποκτείναντες;
「兵士諸君、彼らこそまさにあのマケドニア人ではないか。 かつてマケドニアにおいて、エオルダイアへの峠をあらかじめ占拠していた彼らを、君たちがソルピキウスとともに公然と力ずくで打ち破り、その多くを殺害して、高地へと追い払った相手ではないか。
§18.23.4οὐχ οὗτοι Μακεδόνες εἰσίν, οὓς ὑμεῖς προκατέχοντας τὰς ἀπηλπισμένας ἐν Ἠπείρῳ δυσχωρίας ἐκβιασάμενοι ταῖς ἑαυτῶν ἀρεταῖς φεύγειν ἠναγκάσατε ῥίψαντας τὰ ὅπλα, τέως εἰς Μακεδονίαν ἀνεκομίσθησαν;
彼らこそあのマケドニア人ではないか。 エペイロスにおいて、防衛が絶望視されていた難所をあらかじめ占拠していた彼らを、君たちが自らの勇気によって力ずくで追い払い、武器を投げ捨てて退却せざるを得なくし、彼らがマケドニアまで逃げ帰るに至らせた相手ではないか。
§18.23.5πῶς οὖν ὑμᾶς εὐλαβεῖσθαι καθήκει, μέλλοντας ἐξ ἴσου ποιεῖσθαι τὸν κίνδυνον πρὸς τοὺς αὐτούς;
それならば、同じ敵と対等の条件で戦おうとしているのに、どうして恐れる必要があろうか。
τί δὲ προορᾶσθαι τῶν προγεγονότων, ἀλλʼ οὐ τἀναντία διʼ ἐκεῖνα καὶ νῦν θαρρεῖν;
あるいは、過去の出来事から何を警戒する必要があろうか。 むしろそうではなく、それらの出来事のゆえに今こそ自信を持つべきではないか。
§18.23.6διόπερ, ὦ ἄνδρες, παρακαλέσαντες σφᾶς αὐτοὺς ὁρμᾶσθε πρὸς τὸν κίνδυνον ἐρρωμένως·
それゆえ、兵士諸君、互いを奮い立たせて力強く戦いに臨むがよい。
θεῶν γὰρ βουλομένων ταχέως πέπεισμαι ταὐτὸ τέλος ἀποβήσεσθαι τῆς παρούσης μάχης τοῖς προγεγονόσι κινδύνοισ" §18.23.7.
神々が望まれるならば、この戦いもまた過去の戦いと同じ結末を迎えることになると、私は確信しているのだから。
οὗτος μὲν οὖν ταῦτʼ εἰπὼν τὸ μὲν δεξιὸν μέρος ἐκέλευε μένειν κατὰ χώραν καὶ τὰ θηρία πρὸ τούτων, τῷ δʼ εὐωνύμῳ μετὰ τῶν εὐζώνων ἐπῄει σοβαρῶς τοῖς πολεμίοις·
」さて、彼はこのように言うと、右翼にはその場にとどまるよう命じ、その前方に獣たちを配置した。 そして左翼を率い、軽装兵たちとともに敵に向かって勢いよく進軍した。
§18.23.8οἱ δὲ προκινδυνεύοντες τῶν Ῥωμαίων, προσλαβόντες τὴν τῶν πεζῶν στρατοπέδων ἐφεδρείαν, ἐκ μεταβολῆς ἐνέκειντο τοῖς ὑπεναντίοις.
一方、ローマ軍の前線部隊は、歩兵レギオンの増援を得て、反転して敵に襲いかかった。