§18.21.1ὁ δὲ Τίτος στρατοπεδεύων περὶ τὸ Θετίδειον, καὶ διαπορούμενος ὑπὲρ τῶν πολεμίων ποῦ ποτʼ εἰσί, δέκα προθέμενος οὐλαμοὺς καὶ τῶν εὐζώνων εἰς χιλίους ἐξαπέστειλε, παρακαλέσας εὐλαβῶς ἐξερευνωμένους ἐπιπορεύεσθαι τὴν χώραν·
一方ティトゥスは、テティディオン付近に陣を敷いていたが、敵が一体どこにいるのか分からず、十個の騎兵隊と軽装歩兵のうち約千名をあらかじめ派遣し、慎重に偵察しながらその地方を進むよう命じた。
§18.21.2οἳ καὶ προάγοντες ὡς ἐπὶ τὰς ὑπερβολὰς ἔλαθον ἐμπεσόντες εἰς τὴν τῶν Μακεδόνων ἐφεδρείαν διὰ τὸ δύσοπτον τῆς ἡμέρας.
彼らは峠に向かって進むうちに、その日の見通しの悪さのために、自分たちでも気づかないうちにマケドニア人の警戒部隊と遭遇してしまった。
§18.21.3οὗτοι μὲν οὖν ἐν ταῖς ἀρχαῖς ἐπὶ βραχὺ διαταραχθέντες ἀμφότεροι μετʼ ὀλίγον ἤρξαντο καταπειράζειν ἀλλήλων, διεπέμψαντο δὲ καὶ πρὸς τοὺς ἑαυτῶν ἡγεμόνας ἑκάτεροι τοὺς διασαφήσοντας τὸ γεγονός·
そこで、当初は両者とも一瞬混乱したものの、まもなく互いに小競り合いを始め、それぞれ事の次第を報告させるために自軍の指揮官たちのもとへ伝令を送った。
§18.21.4ἐπειδὴ δὲ κατὰ τὴν συμπλοκὴν οἱ Ῥωμαῖοι κατεβαροῦντο καὶ κακῶς ἔπασχον ὑπὸ τῆς τῶν Μακεδόνων ἐφεδρείας, πέμποντες εἰς τὴν ἑαυτῶν παρεμβολὴν ἐδέοντο σφίσι βοηθεῖν.
しかし、戦闘においてローマ軍がマケドニア軍の警戒部隊に圧倒され、苦戦を強いられるようになると、自軍の陣営へ使者送って援軍を求めた。
§18.21.5ὁ δὲ Τίτος, παρακαλέσας τοὺς περὶ τὸν Ἀρχέδαμον καὶ τὸν Εὐπόλεμον Αἰτωλοὺς καὶ δύο τῶν παρʼ αὑτοῦ χιλιάρχων, ἐξέπεμψε μετὰ πεντακοσίων ἱππέων καὶ δισχιλίων πεζῶν.
そこでティトゥスは、アルケダモスとエウポレモス率いるアイトリア人たち、および自身の千人隊長のうちの二名に命じて、五百の騎兵と二千の歩兵とともに送り出した。
§18.21.6ὧν προσγενομένων τοῖς ἐξ ἀρχῆς ἀκροβολιζομένοις, παραυτίκα τὴν ἐναντίαν ἔσχε διάθεσιν ὁ κίνδυνος·
彼らが当初から小競り合いをしていた者たちに合流すると、たちまち戦闘の形勢は逆転した。
§18.21.7οἱ μὲν γὰρ Ῥωμαῖοι, προσλαβόντες τὴν ἐκ τῆς βοηθείας ἐλπίδα διπλασίως ἐπερρώσθησαν πρὸς τὴν χρείαν,
というのも、ローマ軍は援軍によって希望を得たことで、戦闘に向けて二倍も奮起したからである。
§18.21.8οἱ δὲ Μακεδόνες ἠμύνοντο μὲν γενναίως, πιεζούμενοι δὲ πάλιν οὗτοι καὶ καταβαρούμενοι τοῖς ὅλοις προσέφυγον πρὸς τοὺς ἄκρους καὶ διεπέμποντο πρὸς τὸν βασιλέα περὶ βοηθείας.
一方、マケドニア軍は勇敢に防戦したものの、今度は彼らが圧迫され、全面的に圧倒されて丘の頂上へと逃れ、王のもとへ援軍を求める使者を送った。