Humanitext Reader

波利比奥斯 · 历史 §18.22.1-18.22.10

腓力增援与在犬头山决战的决意

第 911 段,共 1311 段 · 希腊语

内容简介

马其顿国王腓力派出增援,将罗马人击退至山顶,但遭到埃托利亚骑兵的顽强阻击。在部下极度乐观的报告鼓舞下,腓力决定在地形不利的犬头山部署军队进行决战。

§18.22.1ὁ δὲ Φίλιππος οὐδέποτʼ ἂν ἐλπίσας κατʼ ἐκείνην τὴν ἡμέραν ὁλοσχερῆ γενέσθαι κίνδυνον διὰ τὰς προειρημένας αἰτίας, ἀφεικὼς ἔτυχε καὶ πλείους ἐκ τῆς παρεμβολῆς ἐπὶ χορτολογίαν.
至于腓力,由于前述原因,他绝不会料到那一天会发生全面决战,因此恰好派遣了营地中的相当一部分人去采集饲草。
§18.22.2τότε δὲ πυνθανόμενος τὰ συμβαίνοντα παρὰ τῶν διαποστελλομένων, καὶ τῆς ὀμίχλης ἤδη διαφαινούσης, παρακαλέσας Ἡρακλείδην τε τὸν Γυρτώνιον, ὃς ἡγεῖτο τῆς Θετταλικῆς ἵππου, καὶ Λέοντα τὸν τῶν Μακεδόνων ἱππάρχην ἐξέπεμπε, σὺν δὲ τούτοις Ἀθηναγόραν ἔχοντα πάντας τοὺς μισθοφόρους πλὴν τῶν Θρᾳκῶν.
但当时他从派遣出的使者那里获悉了所发生的事,且大雾也已开始消散,于是召集并派出了率领萨利骑兵的吉尔顿人赫拉克莱德斯,以及马其顿骑兵长官莱翁,并与他们一同派出了率领除色雷斯人外所有雇佣兵的阿特纳哥拉斯。
§18.22.3συναψάντων δὲ τούτων τοῖς ἐν ταῖς ἐφεδρείαις, καὶ προσγενομένης τοῖς Μακεδόσι βαρείας χειρός, ἐνέκειντο τοῖς πολεμίοις· καὶ πάλιν οὗτοι τοὺς Ῥωμαίους ἤλαυνον ἐκ μεταβολῆς ἀπὸ τῶν ἄκρων.
当这些人与预备队会合,且马其顿人得到了强有力的增援时,他们向敌人发起了猛攻;轮到他们将罗马人击退,迫使他们从山顶撤退。
§18.22.4μέγιστον δʼ αὐτοῖς ἐμπόδιον ἦν τοῦ μὴ τρέψασθαι τοὺς πολεμίους ὁλοσχερῶς ἡ τῶν Αἰτωλικῶν ἱππέων φιλοτιμία· πάνυ γὰρ ἐκθύμως οὗτοι καὶ παραβόλως ἐκινδύνευον.
阻碍他们将敌人彻底击溃的最大障碍是埃托利亚骑兵的英勇斗志,因为他们极其热忱且不顾危险地投入战斗。
§18.22.5Αἰτωλοὶ γάρ, καθʼ ὅσον ἐν τοῖς πεζικοῖς ἐλλιπεῖς εἰσι καὶ τῷ καθοπλισμῷ καὶ τῇ συντάξει πρὸς τοὺς ὁλοσχερεῖς ἀγῶνας, κατὰ τοσοῦτον τοῖς ἱππικοῖς διαφέρουσι πρὸς τὸ βέλτιον τῶν ἄλλων Ἑλλήνων ἐν τοῖς κατὰ μέρος καὶ κατʼ ἰδίαν κινδύνοις.
因为埃托利亚人在全面战斗的步兵战中,无论在装备还是阵形上有多么欠缺,在局部和个别战斗的骑兵战中,他们就比其他希腊人优秀得多。
§18.22.6διὸ καὶ τότε τούτων παρακατασχόντων τὴν ἐπιφορὰν τῶν πολεμίων, οὐκέτι συνηλάσθησαν ἕως εἰς τοὺς ἐπιπέδους τόπους, βραχὺ δʼ ἀποσχόντες ἐκ μεταβολῆς ἔστησαν.
因此,在当时也是因为他们遏制住了敌人的攻势,罗马人没有再被逼退到平原地带,而是在退后不远处便转过身来坚守阵地。
§18.22.7ὁ δὲ Τίτος, θεωρῶν οὐ μόνον τοὺς εὐζώνους καὶ τοὺς ἱππέας ἐγκεκλικότας, ἀλλὰ διὰ τούτους καὶ τὴν ὅλην δύναμιν ἐπτοημένην, ἐξῆγε τὸ στράτευμα πᾶν καὶ παρενέβαλε πρὸς τοῖς βουνοῖς.
提图斯看到不仅轻装步兵和骑兵在退缩,而且由于他们的缘故,全军都陷入了恐慌,于是率领全军出击,在丘陵附近布阵。
§18.22.8κατὰ δὲ τὸν αὐτὸν καιρὸν ἕτερος ἐφʼ ἑτέρῳ τῶν ἐκ τῆς ἐφεδρείας Μακεδόνων ἔθει πρὸς τὸν Φίλιππον, ἀναβοῶν "βασιλεῦ, φεύγουσιν οἱ πολέμιοι·
与此同时,预备队中的马其顿士兵一个接一个地跑到腓力面前,高喊道:“大王,敌人正在逃跑!
μὴ παρῇς τὸν καιρόν·
不要错失良机!
οὐ μένουσιν ἡμᾶς οἱ βάρβαροι·
蛮族无法抵挡我们!
σὴ νῦν ἐστιν ἡμέρα, σὸς ὁ καιρός. "ὥστε τὸν Φίλιππον,
现在是属于您的日子,机会是属于您的!
§18.22.9καίπερ οὐκ εὐδοκούμενον τοῖς τόποις, ὅμως ἐκκληθῆναι πρὸς τὸν κίνδυνον.
”结果,腓力尽管对地形并不满意,但还是被诱导投入了这场决战。
οἱ γὰρ προειρημένοι λόφοι καλοῦνται μὲν Κυνὸς Κεφαλαί, τραχεῖς δʼ εἰσὶ καὶ περικεκλασμένοι καὶ πρὸς ὕψος ἱκανὸν ἀνατείνοντες.
因为前述的山丘被称为犬头山,地势险峻,起伏不平,且耸立得相当高。
§18.22.10διὸ καὶ προορώμενος ὁ Φίλιππος τὴν δυσχρηστίαν τῶν τόπων, ἐξ ἀρχῆς μὲν οὐδαμῶς ἡρμόζετο πρὸς ἀγῶνα· τότε δὲ παρορμηθεὶς διὰ τὴν ὑπερβολὴν τῆς εὐελπιστίας τῶν ἀγγελλόντων ἕλκειν παρήγγελλε τὴν δύναμιν ἐκ τοῦ χάρακος.
因此,腓力也预见到该地形的不便,起初根本没有做好战斗准备;但当时受到送信者们极度乐观情绪的鼓舞,他下令将军队从营垒中拉出来。

词汇与语法注释

  1. 18.22.1οὐδέποτʼ ἂν ἐλπίσας — 分词 `ἐλπίσας` 与 `ἄν` 连用,表示过去虚拟或潜在的可能性(“他绝不会料到”)。这突显了腓力当时主观上认为不可能发生全面决战。
  2. 18.22.4τοῦ μὴ τρέψασθαι — 属格不定式,依附于表示阻碍的名词 `ἐμπόδιον`(障碍)。在希腊语中,跟随在表示阻碍或禁止的名词/动词后的不定式通常带有多余的否定词 `μή`,意为“阻止做某事”。
  3. 18.22.8ὥστε τὸν Φίλιππον — 由连接词 `ὥστε` 引导带宾格主语的不定式结构(“结果,腓力……”)的开始。尽管宾格主语 `τὸν Φίλιππον` 与不定式 `ἐκκληθῆναι` 被插入的解释性句子(`οἱ γὰρ...`)显著隔开,但在语法结构上它们紧密相连。

引用这一段

波利比奥斯, 历史 §18.22.1-18.22.10. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:18.22.1-18.22.10

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。