§18.10.1ταχὺ δὲ συγκαταθεμένων ἁπάντων διὰ τὸ θεωρεῖν τὸν Τίτον οὐκ ἀλλότριον ὄντα τῆς ἐπὶ τὴν σύγκλητον ἀναφορᾶς, §18.10.2ἔδοξε συγχωρεῖν τῷ Φιλίππῳ πρεσβεύειν εἰς τὴν Ῥώμην, ὁμοίως δὲ καὶ παρʼ αὑτῶν πέμπειν ἑκάστους πρεσβευτὰς τοὺς διαλεχθησομένους τῇ συγκλήτῳ καὶ κατηγορήσοντας τοῦ Φιλίππου.
ティトゥスが元老院への付託に反対ではないのを見て取ったために、全員が素早く同意すると、フィリッポスがローマへ使節を派遣することを認めること、また同様に彼ら自身からも、元老院と交渉し、かつフィリッポスを告発するための使節をそれぞれ派遣することが決定された。
§18.10.3τοῦ δὲ πράγματος τῷ Τίτῳ τοῦ κατὰ τὸν σύλλογον κατὰ νοῦν καὶ κατὰ τοὺς ἐξ ἀρχῆς διαλογισμοὺς προκεχωρηκότος, παραυτίκα τὸ συνεχὲς τῆς ἐπιβολῆς ἐξύφαινε, τά τε καθʼ αὑτὸν ἀσφαλιζόμενος ἐπιμελῶς καὶ πρόλημμα τῷ Φιλίππῳ ποιῶν οὐδέν.
会談に関する事柄がティトゥスの意図通りかつ当初の目論見通りに進んだので、彼はただちに計画の次の段階を進め、自らの足元を念入りに固めつつ、フィリッポスにいかなる先手を打つ機会も与えないようにした。
§18.10.4δοὺς γὰρ ἀνοχὰς διμήνους αὐτῷ τὴν μὲν πρεσβείαν τὴν εἰς τὴν Ῥώμην ἐν τούτῳ τῷ χρόνῳ συντελεῖν ἐπέταξε, τὰς δὲ φρουρὰς ἐξάγειν παραχρῆμα τὰς ἐκ τῆς Φωκίδος καὶ Λοκρίδος ἐκέλευσε.
彼は彼に2か月の休戦を与えた上で、ローマへの使節派遣をこの期間内に行うよう命じ、他方でフォキスとロクリスからの駐屯軍をただちに撤退させるよう命じた。
§18.10.5διετάξατο δὲ καὶ περὶ τῶν ἰδίων συμμάχων φιλοτίμως, ἵνα κατὰ μηδένα τρόπον μηδὲν εἰς αὐτοὺς ἀδίκημα γίνηται κατὰ τοῦτον τὸν χρόνον ὑπὸ Μακεδόνων.
また、自らの同盟国に関しても細心の注意を払って取り決めを行い、この期間中にマケドニア側から彼らに対していかなる不正行為も絶対に働かれないようにした。
§18.10.6ταῦτα δὲ ποιήσας πρὸς τὸν Φίλιππον ἔγγραπτα, λοιπὸν αὐτὸς ἤδη διʼ αὑτοῦ τὸ προκείμενον ἐπετέλει.
これらをフィリッポスに対して書面で規定した後、今や彼は自ら直ちに目下の課題を実行に移した。
§18.10.7καὶ τὸν μὲν Ἀμύνανδρον εἰς τὴν Ῥώμην ἐξέπεμπε παραχρῆμα, γινώσκων αὐτὸν εὐάγωγον μὲν ὄντα καὶ ῥᾳδίως ἐξακολουθήσοντα τοῖς ἐκεῖ φίλοις, ἐφʼ ὁπότερʼ ἂν ἄγωσιν αὐτόν, φαντασίαν δὲ ποιήσοντα καὶ προσδοκίαν διὰ τὸ τῆς βασιλείας ὄνομα.
そしてアミュナンドロスをただちにローマに派遣した。 彼が扱いやすい人物であり、そこの友人たちが彼をどちらに導こうとも容易に従うだろうこと、そして王という肩書きによって強い印象と期待を与えるだろうことを知っていたからである。
§18.10.8μετὰ δὲ τοῦτον ἐξέπεμπε τοὺς παρʼ αὑτοῦ πρέσβεις, Κόιντόν τε τὸν Φάβιον, ὃς ἦν αὐτῷ τῆς γυναικὸς ἀδελφιδοῦς, καὶ Κόιντον Φολούιον, σὺν δὲ τούτοις Ἄππιον Κλαύδιον ἐπικαλούμενον Νέρωνα.
彼の後に、自らの側の使節たち、すなわち彼の妻の甥であったコイントス・ファビウス、およびコイントス・フルウィウス、さらに彼らと共に、ネロの異名を持つアッピウス・クラウディウスを派遣した。
§18.10.9παρὰ δὲ τῶν Αἰτωλῶν ἐπρέσβευον Ἀλέξανδρος Ἴσιος, Δαμόκριτος Καλυδώνιος, Δικαίαρχος Τριχωνιεύς, Πολέμαρχος Ἀρσινοεύς,
アイトリア人からは、アレクサンドロス・イシオス、カリュドンのダモクリトス、トリコニオン of ディカイアルコス、アルシノエのポレマルコスが使節として赴いた。
§18.10.10Λάμιος Ἀμβρακιώτης, Νικόμαχος Ἀκαρνὰν τῶν ἐκ Θουρίου πεφευγότων κατοικούντων δʼ ἐν Ἀμβρακίᾳ, Θεόδοτος Φεραῖος, φυγὰς ἐκ Θετταλίας, §18.10.11κατοικῶν δʼ ἐν Στράτῳ, παρὰ δὲ τῶν Ἀχαιῶν Ξενοφῶν Αἰγιεύς, παρὰ δὲ τοῦ βασιλέως Ἀττάλου μόνος Ἀλέξανδρος, παρὰ δὲ τοῦ δήμου τῶν Ἀθηναίων οἱ περὶ Κηφισόδωρον.
アンブラキアのラミオス、トゥリオイから亡命してアンブラキアに居住しているアカルナニア人のニコマコス、テッサリアからの亡命者で、ストラトスに居住しているフェライのテオドトス、アカイア人からはアイギオンのクセノポン、アッタロス王からはアレクサンドロス単独、アテナイの民衆からはケフィソドロスの一行であった。