§18.11.1οὗτοι δὲ παρεγενήθησαν εἰς τὴν Ῥώμην πρὸ τοῦ τὴν σύγκλητον διαλαβεῖν ὑπὲρ τῶν εἰς τοῦτον τὸν ἐνιαυτὸν καθεσταμένων ὑπάτων, πότερον ἀμφοτέρους εἰς τὴν Γαλατίαν ἢ τὸν ἕτερον αὐτῶν δεήσει πέμπειν ἐπὶ Φίλιππον.
そして彼らは、元老院が今年度任命された執政官たちについて、二人ともガリアに派遣するべきか、あるいは彼らのうちの一人をフィリッポスに対して派遣するべきかを決定する前に、ローマに到着した。
§18.11.2πεπεισμένων δὲ τῶν τοῦ Τίτου φίλων μένειν τοὺς ὑπάτους ἀμφοτέρους κατὰ τὴν Ἰταλίαν διὰ τὸν ἀπὸ τῶν Κελτῶν φόβον, εἰσελθόντες εἰς τὴν σύγκλητον πάντες κατηγόρουν ἀποτόμως τοῦ Φιλίππου.
ティトゥスの友人たちは、ケルト人への恐怖のために両執政官がイタリアに留まることになると確信していたが、一同は元老院に入ると、フィリッポスを厳しく告発した。
§18.11.3τὰ μὲν οὖν ἄλλα παραπλήσια τοῖς καὶ πρὸς αὐτὸν τὸν βασιλέα πρότερον εἰρημένοις ἦν·
他の点については、以前に王自身に対して語られた内容とほぼ同様であった。
§18.11.4τοῦτο δʼ ἐπιμελῶς ἐντίκτειν ἐπειρῶντο τῇ συγκλήτῳ πάντες, διότι τῆς Χαλκίδος καὶ τοῦ Κορίνθου καὶ τῆς Δημητριάδος ὑπὸ τῷ Μακεδόνι ταττομένων οὐχ οἷόν τε τοὺς Ἕλληνας ἔννοιαν λαβεῖν ἐλευθερίας.
しかし全員が次のことを念入りに元老院に植え付けようと努めた。 すなわち、カルキス、コリントス、デメトリアスがマケドニア人の支配下に置かれている限り、ギリシア人が自由の観念を抱くことは不可能である、ということである。
§18.11.5ὃ γὰρ αὐτὸς Φίλιππος εἶπε, τοῦτο καὶ λίαν ἀληθὲς ἔφασαν ὑπάρχειν·
なぜなら、フィリッポス自身が言ったことこそが極めて真実であると彼らは主張したからである。
ὃς ἔφη τοὺς προειρημένους τόπους εἶναι πέδας Ἑλληνικάς, ὀρθῶς ἀποφαινόμενος.
彼は前述の場所が「ギリシアの足枷」であると言ったのだが、それは正しい指摘であった。
§18.11.6οὔτε γὰρ Πελοποννησίους ἀναπνεῦσαι δυνατὸν ἐν Κορίνθῳ βασιλικῆς φρουρᾶς ἐγκαθημένης, οὔτε Λοκροὺς καὶ Βοιωτοὺς καὶ Φωκέας θαρρῆσαι Φιλίππου Χαλκίδα κατέχοντος καὶ τὴν ἄλλην Εὔβοιαν, §18.11.7οὐδὲ μὴν Θετταλοὺς οὐδὲ Μάγνητας δυνατὸν ἐπαύρασθαι τῆς ἐλευθερίας οὐδέποτε, Δημητριάδα Φιλίππου κατέχοντος καὶ Μακεδόνων.
すなわち、コリントスに王の駐屯軍が居座っている限りペロポネソス人が息を吹き返すことは不可能であり、フィリッポスがカルキスとその他のエウボイアを占領している限りロクリス人、ボイオティア人、フォキス人が安心することも不可能であり、フィリッポスとマケドニア人がデメトリアスを占領している限り、テッサリア人やマグネシア人が自由を享受することは決して不可能であるからである。
§18.11.8διὸ καὶ τὸ παραχωρεῖν τῶν ἄλλων τόπων τὸν Φίλιππον φαντασίαν εἶναι χάριν τοῦ τὸν παρόντα καιρὸν ἐκφυγεῖν· ᾗ δʼ ἂν ἡμέρᾳ βουληθῇ, ῥᾳδίως πάλιν ὑφʼ αὑτὸν ποιήσεσθαι τοὺς Ἕλληνας, ἐὰν κρατῇ τῶν προειρημένων τόπων.
したがって、フィリッポスが他の場所を明け渡すということは、現在の危機を免れるための見せかけにすぎず、彼が望むいかなる日であっても、前述の場所を保持しているならば、容易に再びギリシア人を自らの支配下に置くであろう。
§18.11.9διόπερ ἠξίουν τὴν σύγκλητον ἢ τούτων τῶν πόλεων ἀναγκάσαι τὸν Φίλιππον ἐκχωρεῖν ἢ μένειν ἐπὶ τῶν ὑποκειμένων καὶ πολεμεῖν ἐρρωμένως πρὸς αὐτόν.
それゆえ彼らは元老院に対し、フィリッポスにこれらの都市から撤退することを強制するか、あるいは現行の決定を維持して彼に対して力強く戦争を継続することを要求した。
§18.11.10καὶ γὰρ ἠνύσθαι τὰ μέγιστα τοῦ πολέμου, τῶν τε Μακεδόνων προηττημένων δὶς ἤδη καὶ κατὰ γῆν πλείστων αὐτοῖς χορηγιῶν ἐκδεδαπανημένων.
なぜなら、マケドニア人がすでに陸上で二度敗北し、彼らの物資の大半が使い果たされているため、戦争の最大の難関はすでに達成されているからである。
§18.11.11ταῦτα δʼ εἰπόντες παρεκάλουν μήτε τοὺς Ἕλληνας ψεῦσαι τῶν περὶ τῆς ἐλευθερίας ἐλπίδων μήθʼ ἑαυτοὺς ἀποστερῆσαι τῆς καλλίστης ἐπιγραφῆς.
これらを述べた上で、彼らは元老院に対し、ギリシア人の自由への希望を裏切らないように、また自分たちから最も美しい名誉を奪わないようにと懇願した。
§18.11.12οἱ μὲν οὖν παρὰ τῶν Ἑλλήνων πρέσβεις ταῦτα καὶ τούτοις παραπλήσια διελέχθησαν, οἱ δὲ παρὰ τοῦ Φιλίππου παρεσκευάσαντο μὲν ὡς ἐπὶ πλεῖον ποιησόμενοι τοὺς λόγους, ἐν ἀρχαῖς δʼ εὐθέως ἐκωλύθησαν·
ギリシア人からの使節たちはこのようなこと、およびこれに類することを語ったが、フィリッポスからの使節たちは、より長大な演説をする準備をしていたものの、冒頭でただちに遮られた。
§18.11.13ἐρωτηθέντες γὰρ εἰ παραχωροῦσι Χαλκίδος καὶ Κορίνθου καὶ Δημητριάδος, ἀπεῖπαν μηδεμίαν ἔχειν περὶ τούτων ἐντολήν.
というのも、カルキス、コリントス、デメトリアスから撤退するのかと問われ、これらについては何の指示も受けていないと答えたからである。
§18.11.14οὗτοι μὲν οὖν ἐπιτμηθέντες οὕτως κατέπαυσαν
こうして彼らは遮られ、発言を終えた。