§18.10.1ταχὺ δὲ συγκαταθεμένων ἁπάντων διὰ τὸ θεωρεῖν τὸν Τίτον οὐκ ἀλλότριον ὄντα τῆς ἐπὶ τὴν σύγκλητον ἀναφορᾶς, §18.10.2ἔδοξε συγχωρεῖν τῷ Φιλίππῳ πρεσβεύειν εἰς τὴν Ῥώμην, ὁμοίως δὲ καὶ παρʼ αὑτῶν πέμπειν ἑκάστους πρεσβευτὰς τοὺς διαλεχθησομένους τῇ συγκλήτῳ καὶ κατηγορήσοντας τοῦ Φιλίππου.
由于大家看出提图斯并不反对将此事呈报给元老院,因而很快达成了共识,决定允许腓力向罗马派遣使节,同时也由他们各方派代表自己一侧的使者去同元老院交涉,并对腓力提出控诉。
§18.10.3τοῦ δὲ πράγματος τῷ Τίτῳ τοῦ κατὰ τὸν σύλλογον κατὰ νοῦν καὶ κατὰ τοὺς ἐξ ἀρχῆς διαλογισμοὺς προκεχωρηκότος, παραυτίκα τὸ συνεχὲς τῆς ἐπιβολῆς ἐξύφαινε, τά τε καθʼ αὑτὸν ἀσφαλιζόμενος ἐπιμελῶς καὶ πρόλημμα τῷ Φιλίππῳ ποιῶν οὐδέν.
会谈的事情既然已经按照提图斯的心意和起初的谋划顺利进行,他便立即着手编织后续的计划,在细心巩固自身立场的同时,不给腓力留下任何先发制人的机会。
§18.10.4δοὺς γὰρ ἀνοχὰς διμήνους αὐτῷ τὴν μὲν πρεσβείαν τὴν εἰς τὴν Ῥώμην ἐν τούτῳ τῷ χρόνῳ συντελεῖν ἐπέταξε, τὰς δὲ φρουρὰς ἐξάγειν παραχρῆμα τὰς ἐκ τῆς Φωκίδος καὶ Λοκρίδος ἐκέλευσε.
因为在给予其两个月的停战期后,他命令腓力在此期间完成向罗马派遣使节的任务,同时责令其立即从福基斯和洛克里斯撤出驻军。
§18.10.5διετάξατο δὲ καὶ περὶ τῶν ἰδίων συμμάχων φιλοτίμως, ἵνα κατὰ μηδένα τρόπον μηδὲν εἰς αὐτοὺς ἀδίκημα γίνηται κατὰ τοῦτον τὸν χρόνον ὑπὸ Μακεδόνων.
他还极其尽心地就自己的盟友做出了规定,以便在这一时期内,马其顿人绝不能以任何方式对他们做出任何侵害。
§18.10.6ταῦτα δὲ ποιήσας πρὸς τὸν Φίλιππον ἔγγραπτα, λοιπὸν αὐτὸς ἤδη διʼ αὑτοῦ τὸ προκείμενον ἐπετέλει.
在向腓力书面规定了这些条款后,他自己现在也已着手亲自执行眼前的任务。
§18.10.7καὶ τὸν μὲν Ἀμύνανδρον εἰς τὴν Ῥώμην ἐξέπεμπε παραχρῆμα, γινώσκων αὐτὸν εὐάγωγον μὲν ὄντα καὶ ῥᾳδίως ἐξακολουθήσοντα τοῖς ἐκεῖ φίλοις, ἐφʼ ὁπότερʼ ἂν ἄγωσιν αὐτόν, φαντασίαν δὲ ποιήσοντα καὶ προσδοκίαν διὰ τὸ τῆς βασιλείας ὄνομα.
于是他立即派阿米南德前往罗马,因为他深知此人性格温顺,极易顺从那里的朋友们,无论对方将他带向何方,同时由于其拥有国王的名号,也必能引起关注并带去期望。
§18.10.8μετὰ δὲ τοῦτον ἐξέπεμπε τοὺς παρʼ αὑτοῦ πρέσβεις, Κόιντόν τε τὸν Φάβιον, ὃς ἦν αὐτῷ τῆς γυναικὸς ἀδελφιδοῦς, καὶ Κόιντον Φολούιον, σὺν δὲ τούτοις Ἄππιον Κλαύδιον ἐπικαλούμενον Νέρωνα.
在他之后,他派出了自己一侧的使者:昆图斯·法比乌斯(他是他妻子的外甥)、昆图斯·富尔维乌斯,以及与他们同行的、被称为尼禄的阿庇乌斯·克劳狄乌斯。
§18.10.9παρὰ δὲ τῶν Αἰτωλῶν ἐπρέσβευον Ἀλέξανδρος Ἴσιος, Δαμόκριτος Καλυδώνιος, Δικαίαρχος Τριχωνιεύς, Πολέμαρχος Ἀρσινοεύς, §18.10.10Λάμιος Ἀμβρακιώτης, Νικόμαχος Ἀκαρνὰν τῶν ἐκ Θουρίου πεφευγότων κατοικούντων δʼ ἐν Ἀμβρακίᾳ, Θεόδοτος Φεραῖος, φυγὰς ἐκ Θετταλίας, §18.10.11κατοικῶν δʼ ἐν Στράτῳ, παρὰ δὲ τῶν Ἀχαιῶν Ξενοφῶν Αἰγιεύς, παρὰ δὲ τοῦ βασιλέως Ἀττάλου μόνος Ἀλέξανδρος, παρὰ δὲ τοῦ δήμου τῶν Ἀθηναίων οἱ περὶ Κηφισόδωρον.
埃托利亚人方面派出的使节有:亚历山大·伊西乌斯、卡吕冬的达莫克里托斯、特里科尼翁的迪凯阿尔科斯、阿尔西诺埃的波莱马科斯、安布拉基亚的拉米乌斯、阿卡纳尼亚人尼科马科斯(从图里伊逃亡并居住在安布拉基亚的人之一)、来自色萨利的流亡者斐赖的狄奥多托斯(此人现居住在斯特拉图斯);亚该亚人方面派出了艾吉乌斯的色诺芬;阿塔罗斯国王方面仅派出了亚历山大一人;雅典人民方面则是基菲索多鲁斯及其同伴。