§18.1.1ἐπελθόντος δὲ τοῦ τεταγμένου καιροῦ παρῆν ὁ μὲν Φίλιππος ἐκ Δημητριάδος ἀναχθεὶς εἰς τὸν Μηλιέα κόλπον, πέντε λέμβους ἔχων καὶ μίαν πρίστιν, ἐφʼ ἧς αὐτὸς ἐπέπλει.
定められた時が到来したとき、フィリッポスはデメトリアスから船出してメリア湾に到着した。 彼は5隻のレムボスと1隻のプリスティスを伴っており、彼は自らその[プリスティス]に乗っていた。
§18.1.2συνῆσαν δʼ αὐτῷ Μακεδόνες μὲν Ἀπολλόδωρος καὶ Δημοσθένης οἱ γραμματεῖς, ἐκ Βοιωτίας Βραχύλλης, Ἀχαιὸς δὲ Κυκλιάδας, ἐκπεπτωκὼς ἐκ Πελοποννήσου διὰ τὰς πρότερον ὑφʼ ἡμῶν εἰρημένας αἰτίας.
彼には、マケドニア人としては書記官であるアポロドロスとデモステネスが、ボイオティアからはブラキュレスが、またアカイア人としては、われわれが以前に述べた理由によってペロポネソスから追放されていたキュクリアダスが同行していた。
§18.1.3μετὰ δὲ τοῦ Τίτου παρῆν ὅ τε βασιλεὺς Ἀμύνανδρος καὶ παρʼ Ἀττάλου Διονυσόδωρος, §18.1.4ἀπὸ δὲ τῶν ἐθνῶν καὶ πόλεων τῶν μὲν Ἀχαιῶν Ἀρίσταινος καὶ Ξενοφῶν, παρὰ δὲ Ῥοδίων Ἀκεσίμβροτος ὁ ναύαρχος, παρὰ δὲ τῶν Αἰτωλῶν Φαινέας ὁ στρατηγός, καὶ πλείους δʼ ἕτεροι τῶν πολιτευομένων.
一方、ティトゥスとともに、そこにいたのはアミュナンドロス王、またアッタロスのもとからはディオニュソドロス、さらに諸民族や諸都市からは、アカイア人のうちからはアリスタイノスとクセノポン、ロドス人のもとからは海軍指揮官アケシンブロトス、アイトリア人のもとからは将軍パイネアス、そしてさらに、政治に携わる他の多くの人々であった。
§18.1.5συνεγγίσαντες δὲ κατὰ Νίκαιαν πρὸς τὴν θάλατταν, οἱ μὲν περὶ τὸν Τίτον ἐπέστησαν παρʼ αὐτὸν τὸν αἰγιαλόν, ὁ δὲ Φίλιππος ἐγγίσας τῇ γῇ μετέωρος ἔμενε.
彼らがニカイアの近くで海辺へと接近したとき、ティトゥスの一行はまさに海岸に立ち止まり、他方、フィリッポスは陸に近づいたものの、洋上にとどまっていた。
§18.1.6τοῦ δὲ Τίτου κελεύοντος αὐτὸν ἀποβαίνειν, διαναστὰς ἐκ τῆς νεὼς οὐκ ἔφησεν ἀποβήσεσθαι.
ティトゥスが彼に上陸するように促したが、彼は船の中で立ち上がり、上陸はしないと言った。
§18.1.7τοῦ δὲ πάλιν ἐρομένου τίνα φοβεῖται, φοβεῖσθαι μὲν ἔφησεν ὁ Φίλιππος οὐδένα πλὴν τοὺς θεούς, ἀπιστεῖν δὲ τοῖς πλείστοις τῶν παρόντων, μάλιστα δʼ Αἰτωλοῖς.
彼が再び、誰を恐れているのかと尋ねると、フィリッポスは、神々のほかには誰も恐れていないが、ここにいる者の大半、特にアイトリア人を信用していないのだと述べた。
§18.1.8τοῦ δὲ τῶν Ῥωμαίων στρατηγοῦ θαυμάσαντος καὶ φήσαντος ἴσον εἶναι πᾶσι τὸν κίνδυνον καὶ κοινὸν τὸν καιρόν, μεταλαβὼν ὁ Φίλιππος οὐκ ἔφησεν αὐτὸν ὀρθῶς λέγειν·
ローマの将軍が怪しみ、危険はすべての人にとって等しく、この機会も共通であると言ったが、フィリッポスは言葉を引き取って、彼は正しく語っていないと言った。
§18.1.9Φαινέου μὲν γὰρ παθόντος τι πολλοὺς εἶναι τοὺς στρατηγήσοντας Αἰτωλῶν, Φιλίππου δʼ ἀπολομένου κατὰ τὸ παρὸν οὐκ εἶναι τὸν βασιλεύσοντα Μακεδόνων.
というのも、もしパイネアスに何かあっても、アイトリア人の将軍となる者は多くいるが、もしフィリッポスが滅びてしまえば、現在のところマケドニア人の王となる者はいないからである。
§18.1.10ἐδόκει μὲν οὖν πᾶσι φορτικῶς κατάρχεσθαι τῆς ὁμιλίας.
それゆえ、彼が不遜な仕方で対話を始めつつあるように誰の目にも映った。
ὅμως δὲ λέγειν αὐτὸν ἐκέλευεν ὁ Τίτος ὑπὲρ ὧν πάρεστιν.
しかしながら、ティトゥスは彼に対し、どのような用向きでそこに参じているのかを述べるよう求めた。
§18.1.11ὁ δὲ Φίλιππος οὐκ ἔφη τὸν λόγον αὑτῷ καθήκειν, ἀλλʼ ἐκείνῳ· διόπερ ἠξίου διασαφεῖν τὸν Τίτον τί δεῖ ποιήσαντα τὴν εἰρήνην ἄγειν.
するとフィリッポスは、発言することは自分に課せられたことではなく、彼に課せられたことだと言い、それゆえ、ティトゥスが、何をすれば平和を維持できるのかを明らかにするよう求めた。
§18.1.12ὁ δὲ τῶν Ῥωμαίων στρατηγὸς αὑτῷ μὲν ἁπλοῦν τινα λόγον ἔφη καθήκειν καὶ φαινόμενον.
これに対し、ローマの将軍は、自分に課せられた発言は単純明快なものだと述べた。
§18.1.13κελεύειν γὰρ αὐτὸν ἐκ μὲν τῆς Ἑλλάδος ἁπάσης ἐκχωρεῖν, ἀποδόντα τοὺς αἰχμαλώτους καὶ τοὺς αὐτομόλους ἑκάστοις οὓς ἔχει,
というのも、彼は彼に対し、自分が拘束している捕虜や脱走兵を、それぞれの当事者に返還した上で、全ギリシアから撤退することを求めたからである。
§18.1.14τοὺς δὲ κατὰ τὴν Ἰλλυρίδα τόπους παραδοῦναι Ῥωμαίοις, ὧν γέγονε κύριος μετὰ τὰς ἐν Ἠπείρῳ διαλύσεις· ὁμοίως δὲ καὶ Πτολεμαίῳ τὰς πόλεις ἀποκαταστῆσαι πάσας, ἃς παρῄρηται μετὰ τὸν Πτολεμαίου τοῦ Φιλοπάτορος θάνατον.
また、イリュリア地方の地で、エペイロスでの和平合意の後に支配下に置いた場所をローマ人に引き渡すこと、同様にまた、プトレマイオスに対しても、プトレマイオス・フィロパトルの死後に奪ったすべての都市を返還することを求めた。