§16.7.1ἐφθάρησαν δὲ τοῦ μὲν Φιλίππου ναῦς ἐν μὲν τῇ πρὸς Ἄτταλον ναυμαχίᾳ δεκήρης, ἐννήρης, ἑπτήρης, ἑξήρης, τῶν δὲ λοιπῶν κατάφρακτοι μὲν δέκα καὶ τριημιολίαι τρεῖς, λέμβοι δὲ πέντε καὶ εἴκοσι καὶ τὰ τούτων πληρώματα·
フィリッポスの側の船のうち、アッタロスとの海戦において破壊されたのは、十段櫂船が1隻、九段櫂船が1隻、七段櫂船が1隻、六段櫂船が1隻であり、残りのうちでは有甲船が10隻、一列半櫂船が3隻、レムボス船が25隻と、それらの乗組員たちであった。
§16.7.2ἐν δὲ τῇ πρὸς Ῥοδίους διεφθάρησαν κατάφρακτοι μὲν δέκα, λέμβοι δὲ περὶ τετταράκοντα τὸν ἀριθμόν·
また、ロードス人との海戦においては、有甲船が10隻、レムボス船が数にして約40隻破壊された。
ἥλωσαν δὲ δύο τετρήρεις καὶ λέμβοι σὺν τοῖς πληρώμασιν ἑπτά.
また、2隻の四段櫂船と、乗組員を伴う7隻のレムボス船が拿捕された。
§16.7.3τῶν δὲ παρʼ Ἀττάλου κατέδυσαν μὲν τριημιολία μία καὶ δύο πεντήρεις, ἥλωσαν δὲ δύο τετρήρεις καὶ τὸ τοῦ βασιλέως σκάφος.
一方、アッタロスの側からは、1隻の一列半櫂船と2隻の五段櫂船が沈没し、2隻の四段櫂船と王の船が拿捕された。
§16.7.4τῶν δὲ Ῥοδίων διεφθάρησαν μὲν δύο πεντήρεις καὶ τριήρης, ἥλω δʼ οὐδέν.
ロードス人の側からは、2隻の五段櫂船と1隻の三段櫂船が破壊されたが、拿捕されたものは何もなかった。
§16.7.5ἄνδρες δὲ τῶν μὲν Ῥοδίων ἀπέθανον εἰς ἑξήκοντα, τῶν δὲ παρʼ Ἀττάλου πρὸς ἑβδομήκοντα, τῶν δὲ τοῦ Φιλίππου Μακεδόνες μὲν εἰς τρισχιλίους, τῶν δὲ πληρωμάτων εἰς ἑξακισχιλίους.
戦死した人員は、ロードス人の側が約60人、アッタロスの側が約70人、フィリッポスの側がマケドニア兵約3000人、乗組員は約6000人であった。
§16.7.6ἑάλωσαν δὲ ζωγρίᾳ τῶν μὲν συμμάχων καὶ Μακεδόνων εἰς δισχιλίους, τῶν δʼ ὑπεναντίων εἰς ἑπτακοσίους.
また、生け捕りにされた捕虜は、同盟軍とマケドニア人の側が約2000人、敵の側が約700人であった。