§16.5.1ἐπιφανέστατα δʼ ἐκινδύνευσαν τρεῖς πεντήρεις τῶν Ῥοδίων, ἥ τε ναυαρχίς, ἐφʼ ἧς ἔπλει Θεοφιλίσκος, μετὰ δὲ ταύτην ἧς ἐτριηράρχει Φιλόστρατος, τρίτη δʼ ἣν ἐκυβέρνα μὲν Αὐτόλυκος, ἐπέπλει δὲ Νικόστρατος.
最も目覚ましい戦いを経験したのは、ロードス人の3隻の五段櫂船であった。 すなわち、テオフィリスクスが乗船していた旗艦と、その次に、フィロストラトスが船長を務めていた船、そして3番目は、アウトリュコスが舵手として操縦し、ニコストラトスが指揮官として乗船していた船である。
§16.5.2ταύτης γὰρ ἐμβαλούσης εἰς πολεμίαν ναῦν καὶ καταλιπούσης ἐν τῷ σκάφει τὸν ἔμβολον, συνέβη δὴ τὴν μὲν πληγεῖσαν αὔτανδρον καταδῦναι, τοὺς δὲ περὶ τὸν Αὐτόλυκον, εἰσρεούσης εἰς τὴν ναῦν τῆς θαλάττης διὰ τῆς πρώρρας, κυκλωθέντας ὑπὸ τῶν πολεμίων τὰς μὲν ἀρχὰς ἀγωνίζεσθαι γενναίως, §16.5.3τέλος δὲ τὸν μὲν Αὐτόλυκον ἐκπεσεῖν τρωθέντα μετὰ τῶν ὅπλων εἰς τὴν θάλατταν, τοὺς δὲ λοιποὺς ἐπιβάτας ἀποθανεῖν μαχομένους γενναίως.
というのも、この3番目の船が敵船に体当たりし、その船体に衝突角を突きたてたまま残してしまったため、打撃を受けた敵船は乗組員全員とともに沈没したものの、アウトリュコスたちの船は、船首から船内へ海水が流れ込む中で敵に包囲され、最初は勇敢に戦ったが、結局、アウトリュコスは傷を負って武具を身につけたまま海へと投げ出され、残りの海兵たちも勇敢に戦って死んでいった。
ἐν ᾧ καιρῷ Θεοφιλίσκος, §16.5.4βοηθήσας μετὰ τριῶν πεντήρων, τὴν μὲν ναῦν οὐκ ἠδυνήθη σῶσαι διὰ τὸ πλήρη θαλάττης εἶναι, δύο δὲ ναῦς πολεμίας τρώσας τοὺς ἐπιβάτας ἐξέβαλε.
この時にテオフィリスクスは、 3隻の五段櫂船を率いて救助に駆けつけたものの、その船は海水に満たされていたために救うことができなかった。 しかし、敵船2隻を大破させて、その海兵たちを撃退した。
§16.5.5ταχὺ δὲ περιχυθέντων αὐτῷ λέμβων πλειόνων καὶ καταφράκτων νεῶν, τοὺς μὲν πλείστους ἀπέβαλε τῶν ἐπιβατῶν ἐπιφανῶς ἀγωνισαμένους,
だが、すぐに彼の周りに多数のレムボス船や甲鉄船が群がったため、見事な戦いを見せた自船の海兵たちの大部分を失ってしまった。
§16.5.6αὐτὸς δὲ τρία τραύματα λαβὼν καὶ παραβόλως τῇ τόλμῃ κινδυνεύσας μόλις ἐξέσωσε τὴν ἰδίαν ναῦν ἐπιβοηθήσαντος αὐτῷ Φιλοστράτου καὶ συναναδεξαμένου τὸν ἐνεστῶτα κίνδυνον εὐψύχως.
自身も3か所の傷を負い、危うい勇気をもって死線に立ち向かったが、フィロストラトスが救助に駆けつけ、差し迫った危険をともに雄々しく引き受けたことで、かろうじて自船を救い出した。
§16.5.7συνάψας δὲ τοῖς αὑτοῦ σκάφεσι πάλιν ἐξ ἄλλης ὁρμῆς συνεπλέκετο τοῖς πολεμίοις, τῇ μὲν σωματικῇ δυνάμει παραλυόμενος ὑπὸ τῶν τραυμάτων, τῇ δὲ τῆς ψυχῆς γενναιότητι λαμπρότερος ὢν καὶ παραστατικώτερος ἢ πρόσθεν.
そして、自陣の船団に再び合流すると、傷によって身体の力は奪われつつあったものの、魂の気高さにおいては以前にも増して輝かしく不屈の闘志を示し、再び別の勢いをもって敵と交戦した。
§16.5.8συνέβη δὲ δύο γενέσθαι ναυμαχίας πολὺ διεστώσας ἀλλήλων·
一方、戦いは互いに遠く離れた2つの海戦に分かれることとなった。
τὸ μὲν γὰρ δεξιὸν κέρας τοῦ Φιλίππου κατὰ τὴν ἐξ ἀρχῆς πρόθεσιν ἀεὶ τῆς γῆς ὀρεγόμενον οὐ μακρὰν ἀπεῖχε τῆς Ἀσίας, §16.5.9τὸ δʼ εὐώνυμον διὰ τὸ παραβοηθῆσαι τοῖς ἐπὶ τῆς οὐραγίας ἐξ ὑποστροφῆς οὐ πολὺ τῆς Χίας ἀπέχον ἐναυμάχει τοῖς Ῥοδίοις.
というのも、フィリッポスの右翼は、当初からの意図通りに常に陸地を目指していたため、アジアからさほど離れていなかったが、左翼は、後尾の部隊を救援するために反転したことで、キオス島からそれほど離れていない場所でロードス人と海戦を繰り広げていたからである。