§16.4.1τῶν δὲ λοιπῶν νεῶν τοῦ πλήθους ὁ κίνδυνος ἐφάμιλλος ἦν·
その他の多数の船に関しては、戦いは五分五分であった。
§16.4.2καθʼ ὅσον γὰρ ἐπλεόναζον οἱ παρὰ τοῦ Φιλίππου λέμβοι, κατὰ τοσοῦτον διέφερον οἱ περὶ τὸν Ἄτταλον τῷ τῶν καταφράκτων νεῶν πλήθει.
というのも、フィリッポス側のレムボス船が数において勝っていた分だけ、アッタロス側は甲鉄船の数において勝っていたからである。
§16.4.3καὶ τὰ μὲν περὶ τὸ δεξιὸν κέρας τοῦ Φιλίππου τοιαύτην εἶχε τὴν διάθεσιν ὥστʼ ἀκμὴν ἄκριτα μένειν τὰ ὅλα, πολὺ δὲ τοὺς περὶ τὸν Ἄτταλον ἐπικυδεστέρας ἔχειν τὰς ἐλπίδας.
そして、フィリッポスの右翼における状況は、全体としては未だ勝敗が決まらないままであったが、アッタロス側がはるかに輝かしい希望を抱くようなものであった。
§16.4.4οἱ δὲ Ῥόδιοι κατὰ μὲν τὰς ἀρχὰς εὐθέως ἐκ τῆς ἀναγωγῆς ἀπεσπάσθησαν τῶν πολεμίων, καθάπερ ἀρτίως εἶπα, τῷ δὲ ταχυναυτεῖν παρὰ πολὺ διαφέροντες τῶν ἐναντίων συνῆψαν τοῖς ἐπὶ τῆς οὐραγίας Μακεδόσι.
一方、ロードス人たちは、先ほど私が述べたように、出航の当初に敵から引き離されてしまったが、航行速度において敵よりはるかに勝っていたため、マケドニア勢の後尾に追いいついた。
§16.4.5καὶ τὸ μὲν πρῶτον ὑποχωροῦσι τοῖς σκάφεσι κατὰ πρύμναν ἐπιφερόμενοι τοὺς ταρσοὺς παρέλυον·
そして最初は、退却する船に船尾から襲いかかり、その櫂の一群を破壊していった。
§16.4.6ὡς δʼ οἱ μὲν παρὰ τοῦ Φιλίππου συνεπιστρέφειν ἤρξαντο παραβοηθοῦντες τοῖς κινδυνεύουσι, τῶν δὲ Ῥοδίων οἱ καθυστεροῦντες ἐκ τῆς ἀναγωγῆς συνῆψαν τοῖς περὶ τὸν Θεοφιλίσκον, §16.4.7τότε κατὰ πρόσωπον ἀντιπρώρρους τάξαντες τὰς ναῦς ἀμφότεροι συνέβαλον εὐψύχως, ὁμοῦ ταῖς σάλπιγξι καὶ τῇ κραυγῇ παρακαλοῦντες ἀλλήλους.
しかし、フィリッポス側の者たちが危機に陥った味方を救援するために船を反転させ始め、またロードス人の中でも出航が遅れていた者たちがテオフィリスクスの周りの者たちに合流すると、その時、両者は船を正面に向き合わせて船首同士を対峙させ、ラッパと叫び声で互いを鼓舞しながら、勇敢に衝突し合った。
§16.4.8εἰ μὲν οὖν μὴ μεταξὺ τῶν καταφράκτων νεῶν ἔταξαν οἱ Μακεδόνες τοὺς λέμβους, ῥᾳδίαν ἂν καὶ σύντομον ἔλαβε κρίσιν ἡ ναυμαχία·
もしマケドニア人たちが、甲鉄船の間にレムボス船を配置していなかったならば、海戦は容易かつ迅速に決着していただろう。
νῦν δὲ ταῦτʼ ἐμπόδια πρὸς τὴν χρείαν τοῖς Ῥοδίοις ἐγίνετο κατὰ πολλοὺς τρόπους.
しかし実際には、これらの船があらゆる点でロードス人たちの戦闘活動の妨げとなった。
§16.4.9μετὰ γὰρ τὸ κινηθῆναι τὴν ἐξ ἀρχῆς τάξιν ἐκ τῆς πρώτης συμβολῆς πάντες ἦσαν ἀναμὶξ ἀλλήλοις,
なぜなら、最初の衝突によって当初の陣形が崩れた後、全員が敵味方入り乱れた状態になったからである。
§16.4.10ὅθεν οὔτε διεκπλεῖν εὐχερῶς οὔτε στρέφειν ἐδύναντο τὰς ναῦς οὔτε καθόλου χρῆσθαι τοῖς ἰδίοις προτερήμασιν, ἐμπιπτόντων αὐτοῖς τῶν λέμβων ποτὲ μὲν εἰς τοὺς ταρσούς, ὥστε δυσχρηστεῖν ταῖς εἰρεσίαις, ποτὲ δὲ πάλιν εἰς τὰς πρώρρας, ἔστι δʼ ὅτε κατὰ πρύμναν, ὥστε παραποδίζεσθαι καὶ τὴν τῶν κυβερνητῶν καὶ τὴν τῶν ἐρετῶν χρείαν.
そのため、容易に敵の列を突き抜けることも、船を旋回させることも、あるいは自らの強みを全く活かすこともできなくなった。 というのも、レムボス船が、ある時は彼らの櫂の一群に衝突して櫂の操作を困難にし、またある時は船首に、時には船尾に衝突して、舵手や漕ぎ手たちの働きを邪魔したからである。
§16.4.11κατὰ δὲ τὰς ἀντιπρώρρους συμπτώσεις ἐποίουν τι τεχνικόν·
しかし、正面からの船首同士の衝突において、彼らは巧妙な技術を用いた。
§16.4.12αὐτοὶ μὲν γὰρ ἔμπρωρρα τὰ σκάφη ποιοῦντες ἐξάλους ἐλάμβανον τὰς πληγάς, τοῖς δὲ πολεμίοις ὕφαλα τὰ τραύματα διδόντες ἀβοηθήτους ἐσκεύαζον τὰς πληγάς.
すなわち、自船の船首を低く沈めることで、自らは水面より上に打撃を受け、敵に対しては水面下に打撃を与えることで、その打撃を修復不可能なものにしたのである。
§16.4.13σπανίως δʼ εἰς τοῦτο συγκατέβαινον·
もっとも、彼らがこの戦法を好むことは稀であった。
καθόλου γὰρ ἐξέκλινον τὰς συμπλοκὰς διὰ τὸ γενναίως ἀμύνεσθαι τοὺς Μακεδόνας ἀπὸ τῶν καταστρωμάτων ἐν ταῖς συστάδην γινομέναις μάχαις.
というのも、接近戦においてはマケドニア人が甲板から勇敢に防戦したため、基本的には接舷しての絡み合いを避けていたからである。
§16.4.14τὸ δὲ πολὺ κατὰ μὲν τοὺς διέκπλους παρασύροντες τῶν πολεμίων νεῶν τοὺς ταρσοὺς ἠχρείουν· μετὰ δὲ ταῦτα πάλιν ἐκπεριπλέοντες, καὶ τοῖς μὲν κατὰ πρύμναν ἐμβάλλοντες, τοῖς δὲ πλαγίοις καὶ στρεφομένοις ἀκμὴν προσπίπτοντες οὓς μὲν ἐτίτρωσκον, οἷς δὲ παρέλυον ἀεί τι τῶν πρὸς τὴν χρείαν ἀναγκαίων.
代わりに大半は、敵の列を突き抜ける際に敵船の櫂をなぎ払って無力化し、その後に再び旋回して、ある船には船尾から体当たりし、またある船には、旋回中でまだ無防備な側面に突入して、あるいは船体を損壊し、あるいは操船に必要な装置を常にどれか破壊していった。
§16.4.15καὶ δὴ τῷ τοιούτῳ τρόπῳ μαχόμενοι παμπληθεῖς τῶν πολεμίων ναῦς διέφθειραν.
そして、まさにこのような戦い方によって、彼らは非常に多くの敵船を破壊した。