Humanitext Reader

波利比奥斯 · 历史 §16.5.1-16.5.9

西奥菲里斯科斯的苦战与战场的分裂

第 853 段,共 1311 段 · 希腊语

内容简介

罗得斯人的三艘五段铎船陷入苦战,西奥菲里斯科斯虽身负重伤,但在盟友协助下艰难脱险。海战随后分裂为空间上相距遥远的两处战场。

§16.5.1ἐπιφανέστατα δʼ ἐκινδύνευσαν τρεῖς πεντήρεις τῶν Ῥοδίων, ἥ τε ναυαρχίς, ἐφʼ ἧς ἔπλει Θεοφιλίσκος, μετὰ δὲ ταύτην ἧς ἐτριηράρχει Φιλόστρατος, τρίτη δʼ ἣν ἐκυβέρνα μὲν Αὐτόλυκος, ἐπέπλει δὲ Νικόστρατος.
处于最显赫险境的是罗得斯人的三艘五段铎船:一艘是西奥菲里斯科斯所在的旗舰,紧随其后的是菲洛斯特拉托斯担任船长的战船,第三艘则是由奥托利科斯驾驶、尼科斯特拉托斯乘船指挥的战船。
§16.5.2ταύτης γὰρ ἐμβαλούσης εἰς πολεμίαν ναῦν καὶ καταλιπούσης ἐν τῷ σκάφει τὸν ἔμβολον, συνέβη δὴ τὴν μὲν πληγεῖσαν αὔτανδρον καταδῦναι, τοὺς δὲ περὶ τὸν Αὐτόλυκον, εἰσρεούσης εἰς τὴν ναῦν τῆς θαλάττης διὰ τῆς πρώρρας, κυκλωθέντας ὑπὸ τῶν πολεμίων τὰς μὲν ἀρχὰς ἀγωνίζεσθαι γενναίως, §16.5.3τέλος δὲ τὸν μὲν Αὐτόλυκον ἐκπεσεῖν τρωθέντα μετὰ τῶν ὅπλων εἰς τὴν θάλατταν, τοὺς δὲ λοιποὺς ἐπιβάτας ἀποθανεῖν μαχομένους γενναίως.
因为当这第三艘船撞击一艘敌船并把撞角留在其船体中时,结果那艘受击的船连人带船一同沉没,而奥托利科斯等人——随着海水从船头涌入船内,且他们被敌人合围——起初虽然英勇战斗,但最终奥托利科斯受伤并身披铠甲落入海中,其余的海兵也英勇抗战而死。
ἐν ᾧ καιρῷ Θεοφιλίσκος, §16.5.4βοηθήσας μετὰ τριῶν πεντήρων, τὴν μὲν ναῦν οὐκ ἠδυνήθη σῶσαι διὰ τὸ πλήρη θαλάττης εἶναι, δύο δὲ ναῦς πολεμίας τρώσας τοὺς ἐπιβάτας ἐξέβαλε.
就在此时,西奥菲里斯科斯率领三艘五段铎船前来救援,虽然由于船中积满了海水而无法救下该船,但他重创了两艘敌船,并驱逐了其上的海兵。
§16.5.5ταχὺ δὲ περιχυθέντων αὐτῷ λέμβων πλειόνων καὶ καταφράκτων νεῶν, τοὺς μὲν πλείστους ἀπέβαλε τῶν ἐπιβατῶν ἐπιφανῶς ἀγωνισαμένους,
然而,随着更多的轻快船和甲板船迅速将他包围,他失去了大部分表现英勇的海兵。
§16.5.6αὐτὸς δὲ τρία τραύματα λαβὼν καὶ παραβόλως τῇ τόλμῃ κινδυνεύσας μόλις ἐξέσωσε τὴν ἰδίαν ναῦν ἐπιβοηθήσαντος αὐτῷ Φιλοστράτου καὶ συναναδεξαμένου τὸν ἐνεστῶτα κίνδυνον εὐψύχως.
他本人也身负三处伤,凭着冒险的胆识身处险境,所幸菲洛斯特拉托斯前来援助并英勇地共同承担了眼前的危险,才勉强保全了自己的战船。
§16.5.7συνάψας δὲ τοῖς αὑτοῦ σκάφεσι πάλιν ἐξ ἄλλης ὁρμῆς συνεπλέκετο τοῖς πολεμίοις, τῇ μὲν σωματικῇ δυνάμει παραλυόμενος ὑπὸ τῶν τραυμάτων, τῇ δὲ τῆς ψυχῆς γενναιότητι λαμπρότερος ὢν καὶ παραστατικώτερος ἢ πρόσθεν.
在重新与自己的船队会合后,他又发起另一轮冲击与敌人交战,尽管他的肉体力量因伤势而趋于瘫痪,但其精神的坚毅却比以往更加光辉和坚定不移。
§16.5.8συνέβη δὲ δύο γενέσθαι ναυμαχίας πολὺ διεστώσας ἀλλήλων· τὸ μὲν γὰρ δεξιὸν κέρας τοῦ Φιλίππου κατὰ τὴν ἐξ ἀρχῆς πρόθεσιν ἀεὶ τῆς γῆς ὀρεγόμενον οὐ μακρὰν ἀπεῖχε τῆς Ἀσίας, §16.5.9τὸ δʼ εὐώνυμον διὰ τὸ παραβοηθῆσαι τοῖς ἐπὶ τῆς οὐραγίας ἐξ ὑποστροφῆς οὐ πολὺ τῆς Χίας ἀπέχον ἐναυμάχει τοῖς Ῥοδίοις.
结果,海战分裂成了相距甚远的两处:因为腓力的右翼按照最初的意图始终朝着陆地驶去,距离亚洲大陆并不远,而左翼则因折返回去救援后尾的部队,在距离基奥斯岛不远的地方与罗得斯人展开海战。

词汇与语法注释

  1. 16.5.1τρεῖς πεντήρεις ... ἥ τε ναυαρχίς ... τρίτη δʼ — 对于数词“τρεῖς πεντήρεις”(三艘五段铎船),具体的三艘战船以同位语形式列出:第一艘是“ἥ τε ναυαρχίς...”(旗舰),第二艘是“μετὰ δὲ ταύτην...”(紧随其后的那艘,由关系代词“ἧς”引导的从句修饰),第三艘是“τρίτη δʼ...”(第三艘)。
  2. 16.5.2ταύτης — 指示代词阴性属格单数,指代第1节末尾提到的“第三艘船”(奥托利科斯的船)。它与接下来的现在分词“ἐμβαλούσης”和“καταλιπούσης”共同构成属格绝对结构,该代词为该结构的主语。
  3. 16.5.2συνέβη δὴ τὴν μὲν πληγεῖσαν ... καταδῦναι, τοὺς δὲ ... ἀγωνίζεσθαι — 四个由“μὲν”和“δέ”形成对比的“宾格加不定式”句,作为非人称动词“συνέβη”(结果发生了……)的主语受到支配:即16.5.2中的“καταδῦναι”(沉没)和“ἀγωνίζεσθαι”(战斗),以及16.5.3中的“ἐκπεσεῖν”(落入)和“ἀποθανεῖν”(死亡)。

引用这一段

波利比奥斯, 历史 §16.5.1-16.5.9. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:16.5.1-16.5.9

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。