Humanitext Reader

波利比奥斯 · 历史 §16.4.1-16.4.15

海战总体战况与罗得斯舰队的追击

第 852 段,共 1311 段 · 希腊语

内容简介

阿塔罗斯与腓力海战中的整体势力均衡,以及罗得斯海军利用精湛的操船技术对马其顿舰队发起的猛烈进攻。

§16.4.1τῶν δὲ λοιπῶν νεῶν τοῦ πλήθους ὁ κίνδυνος ἐφάμιλλος ἦν·
至于其余大批的船只,其战斗情势则是旗鼓相当的。
§16.4.2καθʼ ὅσον γὰρ ἐπλεόναζον οἱ παρὰ τοῦ Φιλίππου λέμβοι, κατὰ τοσοῦτον διέφερον οἱ περὶ τὸν Ἄτταλον τῷ τῶν καταφράκτων νεῶν πλήθει.
因为腓力一方的轻快船在数量上占优势到什么程度,阿塔罗斯一方在甲板船的数量上也就在同等程度上胜出。
§16.4.3καὶ τὰ μὲν περὶ τὸ δεξιὸν κέρας τοῦ Φιλίππου τοιαύτην εἶχε τὴν διάθεσιν ὥστʼ ἀκμὴν ἄκριτα μένειν τὰ ὅλα, πολὺ δὲ τοὺς περὶ τὸν Ἄτταλον ἐπικυδεστέρας ἔχειν τὰς ἐλπίδας.
腓力右翼的形势如此,以至于整体胜负虽然仍未决定,但阿塔罗斯一方却抱有更为辉煌的希望。
§16.4.4οἱ δὲ Ῥόδιοι κατὰ μὲν τὰς ἀρχὰς εὐθέως ἐκ τῆς ἀναγωγῆς ἀπεσπάσθησαν τῶν πολεμίων, καθάπερ ἀρτίως εἶπα, τῷ δὲ ταχυναυτεῖν παρὰ πολὺ διαφέροντες τῶν ἐναντίων συνῆψαν τοῖς ἐπὶ τῆς οὐραγίας Μακεδόσι.
另一方面,罗得斯人如我刚才所说,在起航之初就立刻与敌人分开了,但由于在航速上远胜于对手,他们追上了处于后尾的马其顿人。
§16.4.5καὶ τὸ μὲν πρῶτον ὑποχωροῦσι τοῖς σκάφεσι κατὰ πρύμναν ἐπιφερόμενοι τοὺς ταρσοὺς παρέλυον·
起初,他们从后方袭击撤退的船只,摧毁了它们的整排船桨。
§16.4.6ὡς δʼ οἱ μὲν παρὰ τοῦ Φιλίππου συνεπιστρέφειν ἤρξαντο παραβοηθοῦντες τοῖς κινδυνεύουσι, τῶν δὲ Ῥοδίων οἱ καθυστεροῦντες ἐκ τῆς ἀναγωγῆς συνῆψαν τοῖς περὶ τὸν Θεοφιλίσκον, §16.4.7τότε κατὰ πρόσωπον ἀντιπρώρρους τάξαντες τὰς ναῦς ἀμφότεροι συνέβαλον εὐψύχως, ὁμοῦ ταῖς σάλπιγξι καὶ τῇ κραυγῇ παρακαλοῦντες ἀλλήλους.
随着腓力一方的人开始调转船头去援助那些处于危险中的船只,而罗得斯人中起航滞后者也与西奥菲里斯科斯周围的人会合时,此时双方将船只正面相对、首尾相向,在喇叭声和呼喊声中互相激励,英勇地撞击在一起。
§16.4.8εἰ μὲν οὖν μὴ μεταξὺ τῶν καταφράκτων νεῶν ἔταξαν οἱ Μακεδόνες τοὺς λέμβους, ῥᾳδίαν ἂν καὶ σύντομον ἔλαβε κρίσιν ἡ ναυμαχία· νῦν δὲ ταῦτʼ ἐμπόδια πρὸς τὴν χρείαν τοῖς Ῥοδίοις ἐγίνετο κατὰ πολλοὺς τρόπους.
如果马其顿人没有在他们的甲板船之间部署轻快船,这场海战本可轻易且迅速地见分晓;但事实上,这些船只在许多方面都成了罗得斯人行动的障碍。
§16.4.9μετὰ γὰρ τὸ κινηθῆναι τὴν ἐξ ἀρχῆς τάξιν ἐκ τῆς πρώτης συμβολῆς πάντες ἦσαν ἀναμὶξ ἀλλήλοις, §16.4.10ὅθεν οὔτε διεκπλεῖν εὐχερῶς οὔτε στρέφειν ἐδύναντο τὰς ναῦς οὔτε καθόλου χρῆσθαι τοῖς ἰδίοις προτερήμασιν, ἐμπιπτόντων αὐτοῖς τῶν λέμβων ποτὲ μὲν εἰς τοὺς ταρσούς, ὥστε δυσχρηστεῖν ταῖς εἰρεσίαις, ποτὲ δὲ πάλιν εἰς τὰς πρώρρας, ἔστι δʼ ὅτε κατὰ πρύμναν, ὥστε παραποδίζεσθαι καὶ τὴν τῶν κυβερνητῶν καὶ τὴν τῶν ἐρετῶν χρείαν.
因为在第一次交战后,最初的阵型被冲乱,所有人便混杂在了一起,因而他们既无法轻易穿透敌阵,也无法转动船只,更无法发挥自身的优势,因为轻快船时而落到他们身上,时而撞上他们的排桨,使划桨变得困难,时而又撞向船头,有时则是船尾,从而阻碍了舵手和桨手的工作。
§16.4.11κατὰ δὲ τὰς ἀντιπρώρρους συμπτώσεις ἐποίουν τι τεχνικόν· §16.4.12αὐτοὶ μὲν γὰρ ἔμπρωρρα τὰ σκάφη ποιοῦντες ἐξάλους ἐλάμβανον τὰς πληγάς, τοῖς δὲ πολεμίοις ὕφαλα τὰ τραύματα διδόντες ἀβοηθήτους ἐσκεύαζον τὰς πληγάς.
不过,在船头对撞的过程中,他们采用了一种巧妙的技术:也就是说,他们通过压低自己船只的船头,使自身在水面以上承受撞击,却给敌船造成水下创伤,从而使其受到的打击无法挽救。
§16.4.13σπανίως δʼ εἰς τοῦτο συγκατέβαινον· καθόλου γὰρ ἐξέκλινον τὰς συμπλοκὰς διὰ τὸ γενναίως ἀμύνεσθαι τοὺς Μακεδόνας ἀπὸ τῶν καταστρωμάτων ἐν ταῖς συστάδην γινομέναις μάχαις.
不过,他们极少诉诸这种方式;因为在肉搏战中,由于马其顿人在甲板上英勇进行防卫,所以他们大体上避免纠缠在一起。
§16.4.14τὸ δὲ πολὺ κατὰ μὲν τοὺς διέκπλους παρασύροντες τῶν πολεμίων νεῶν τοὺς ταρσοὺς ἠχρείουν· μετὰ δὲ ταῦτα πάλιν ἐκπεριπλέοντες, καὶ τοῖς μὲν κατὰ πρύμναν ἐμβάλλοντες, τοῖς δὲ πλαγίοις καὶ στρεφομένοις ἀκμὴν προσπίπτοντες οὓς μὲν ἐτίτρωσκον, οἷς δὲ παρέλυον ἀεί τι τῶν πρὸς τὴν χρείαν ἀναγκαίων.
确实,他们在大多数情况下通过穿透敌阵并削掉敌船的桨叶来使其失效;随后再次绕行,要么撞击船尾,要么在其他船只转弯、暴露出侧翼时发动突袭,要么重创它们,要么总是破坏它们必不可少的某些操控设备。
§16.4.15καὶ δὴ τῷ τοιούτῳ τρόπῳ μαχόμενοι παμπληθεῖς τῶν πολεμίων ναῦς διέφθειραν.
确实,通过这种战斗方式,他们摧毁了极多数量的敌船。

词汇与语法注释

  1. 16.4.3ὥστʼ ἀκμὴν ἄκριτα μένειν... ἔχειν — 结果的 ὥστε 从句。副词性宾格 ἀκμὴν 意为“依然、仍旧(=ἔτι)”。第一个不定式 μένειν 的逻辑主语是中性复数名词 τὰ ὅλα(整体战局)。由 δέ 连接的第二个不定式 ἔχειν 的逻辑主语是宾格的 τοὺς περὶ τὸν Ἄτταλον,其宾语是 τὰς ἐλπίδας,形容词 ἐπικυδεστέρας 作该宾语的宾语补足语(“抱有更辉煌的希望”)。
  2. 16.4.4τῷ δὲ ταχυναυτεῖν παρὰ πολὺ διαφέροντες — 带冠词不定式的与格 τῷ ταχυναυτεῖν 为表示限定(或原因)的与格,意为“在航行速度上”,修饰分词 διαφέροντες(胜过、有差异)。介词短语 παρὰ πολύ 充当副词短语,意为“远远、大有”,用以加强表示比较和差异的分词的程度。
  3. 16.4.8εἰ μὲν οὖν μὴ... ἔταξαν... ἂν... ἔλαβε — 过去非真实条件句(虚拟语气)。条件从句(protasis)使用 εἰ +直陈式过去不定时(ἔταξαν),主句(apodasis)使用 ἄν +直陈式过去不定时(ἔλαβε)。它表达了与过去事实相反的假设:“如果他们当时没有部署……,那么海战本会达到……(但实际上部署了,所以并没有如此)”。
  4. 16.4.12ἔμπρωρρα τὰ σκάφη ποιοῦντες — 意为“使船只前倾/压低船头”。形容词 ἔμπρωρρος(船头下沉的、前部过重的)的中性复数宾格,作状语或宾语补足语。这指的是罗得斯人特有的高超航海技术:通过刻意使己方船只的船头前倾下沉,使自身在水面以上(ἐξάλους)承受敌方的撞击,而己方的撞角则能给敌方水面以下(ὕφαλα)的致命部位带来创伤。

引用这一段

波利比奥斯, 历史 §16.4.1-16.4.15. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:16.4.1-16.4.15

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。