§16.36.1ὁ δὲ Φιλοποίμην ἐξελογίσατο τὰ διαστήματα τῶν Ἀχαϊκῶν πόλεων ἁπασῶν καὶ ποῖαι δύνανται κατὰ τὰς αὐτὰς ὁδοὺς εἰς τὴν Τεγέαν παραγίνεσθαι. λοιπὸν ἐπιστολὰς ἔγραψε πρὸς πάσας τὰς πόλεις, §16.36.2καὶ ταύτας διέδωκε ταῖς πορρωτάτω πόλεσι, μερίσας οὕτως ὥστε καθʼ ἑκάστην ἔχειν μὴ μόνον τὰς ἑαυτῆς, ἀλλὰ καὶ τὰς τῶν ἄλλων πόλεων, ὅσαι κατὰ τὴν αὐτὴν ὁδὸν ἔπιπτον. §16.36.3ἐγέγραπτο δʼ ἐν ταῖς πρώταις τοῖς ἀποτελείοις τοιαῦτα. "ὅταν κομίσησθε τὴν ἐπιστολήν, παραχρῆμα ποιήσασθε τοὺς ἐν ταῖς ἡλικίαις ἔχοντας τὰ ὅπλα καὶ πένθʼ ἡμερῶν ἐφόδια καὶ πέντʼ ἀργύριον, ἁθροίζεσθαι παραυτίκα πάντας εἰς τὴν ἀγοράν. §16.36.4ἐπειδὰν δὲ συλλεχθῶσιν οἱ παρόντες, ἀναλαβόντες αὐτοὺς ἄγετʼ εἰς τὴν ἑξῆς πόλιν· ὅταν δʼ ἐκεῖ παραγένησθε, τὴν ἐπιστολὴν ἀπόδοτε τὴν ἐπιγεγραμμένην τῷ παρʼ ἐκείνων ἀποτελείῳ καὶ πειθαρχεῖτε τοῖς ἐγγεγραμμένοισ" §16.36.5. ἐγγέγραπτο δʼ ἐν ταύτῃ ταὐτὰ τοῖς πρόσθεν, πλὴν διότι τὸ τῆς ἑξῆς κειμένης ὄνομα πόλεως οὐ ταὐτὸν εἶχεν, εἰς ἣν ἔδει προάγειν. §16.36.6τοιούτου δὲ τοῦ χειρισμοῦ γενομένου κατὰ τὸ συνεχές, πρῶτον μὲν οὐδεὶς ἐγίνωσκε πρὸς τίνα πρᾶξιν ἢ πρὸς ποίαν ἐπιβολήν ἐστιν ἡ παρασκευή, εἶτα ποῦ πορεύεται, πλὴν τῆς ἑξῆς πόλεως, οὐδεὶς ἁπλῶς ᾔδει, §16.36.7πάντες δὲ διαποροῦντες καὶ παραλαμβάνοντες ἀλλήλους προῆγον εἰς τοὔμπροσθεν. §16.36.8τῷ δὲ μὴ τὸ ἴσον ἀπέχειν τῆς Τεγέας τὰς πορρωτάτω κειμένας πόλεις οὐχ ἅμα πάσαις ἀπεδόθη τὰ γράμματα ταύταις, ἀλλὰ κατὰ λόγον ἑκάσταις. §16.36.9ἐξ ὧν συνέβη, μήτε τῶν Τεγεατῶν εἰδότων τὸ μέλλον μήτε τῶν παραγινομένων, ἅμα πάντας τοὺς Ἀχαιοὺς καὶ κατὰ πάσας τὰς πύλας εἰς τὴν Τεγέαν εἰσπο
フィロポイメンは、すべてのアカイアの都市の間の距離と、それらのうちどれが同じ道路を通ってテゲアに到着できるかを計算した。そこで、彼はすべての都市に手紙を書き、これらを最も遠い都市に配ったが、それぞれの都市が自らの手紙だけでなく、同じ道路沿いにある他の都市の手紙も合わせて持つように分配した。政務官たちへの最初の手紙には、次のように書かれていた。「この手紙を受け取り次第、ただちに兵役に適した年齢の者たちに、武器と五日分の食糧、そして五枚の銀貨を持たせ、ただちに全員を広場に集めよ。そして、そこにいる者たちが集まったなら、彼らを引き連れて次の都市へと進め。そこへ到着したなら、その地の政務官宛てに書かれた手紙を渡し、そこに記されている指示に従え。」。この手紙にも前と同じ内容が書かれていたが、ただ、彼らが進むべき次の都市の名前だけが異なっていた。このような処理が連続して行われたため、第一に、この準備がどのような行動や企てのためのものであるかを誰も知らず、第二に、次の都市を除いては、自分たちがどこへ行進しているのかを全く誰も知らなかった。しかし、誰もが不審に思いながらも、互いに引き連れて前方へと進んだ。最も遠くに位置する都市がテゲアから等しい距離になかったため、手紙はこれらすべての都市に同時に届けられたのではなく、それぞれの距離に応じて届けられた。その結果、テゲアの人々も到着する人々もこれから起こることを知らぬまま、すべてのアカイア人が同時に、かつすべての門からテゲアに入ることとなった。