§16.37.1ρεύεσθαι σὺν τοῖς ὅπλοις.
[前章から続く:進]入することとなった。
ταῦτα δὲ διεστρατήγει καὶ περιεβάλλετο τῇ διανοίᾳ διὰ τὸ πλῆθος τῶν ὠτακουστῶν καὶ κατασκόπων τοῦ τυράννου.
彼(フィロポイメン)は、僭主の耳目や密偵が多数活動していたため、これらのことを計略として巡らし、頭の中で構想していたのである。
κατὰ δὲ τὴν ἡμέραν, §16.37.2ἐν ᾗ συναθροίζεσθαι τὸ πλῆθος ἔμελλε τῶν Ἀχαιῶν εἰς Τεγέαν, ἐξαπέστειλε τοὺς ἐπιλέκτους, ὥστε νυκτερεύσαντας περὶ Σελλασίαν ἅμα τῷ φωτὶ κατὰ τὴν ἐπιοῦσαν ἡμέραν ἐπιτρέχειν τὴν Λακωνικήν.
かくてその日に、アカイア人の大群衆がテゲアに集まることになっていたのであるが、彼は精鋭部隊を派遣した。 それは、彼らがセラシアの周辺で夜を明かし、翌日の夜明けとともにラコニア地方を急襲するためであった。
§16.37.3ἐὰν δʼ οἱ μισθοφόροι βοηθήσαντες παρενοχλῶσιν αὐτούς, συνέταξε ποιεῖσθαι τὴν ἀποχώρησιν ἐπὶ τὸν Σκοτίταν καὶ τὰ λοιπὰ πειθαρχεῖν Διδασκαλώνδᾳ τῷ Κρητί·
もし(敵の)傭兵たちが救援に駆けつけて彼らを妨害するならば、スコティタスの方へ退却すること、そしてその他のことについてはクレタ人ディダスカロンダスに従うようにと、彼は命じた。
τούτῳ γὰρ ἐπεπιστεύκει καὶ διετέτακτο περὶ τῆς ὅλης ἐπιβολῆς.
というのも、彼はこの男を信頼しており、作戦全体についての詳細な指示を彼に与えていたからである。
§16.37.4οὗτοι μὲν οὖν προῆγον εὐθαρσῶς ἐπὶ τὸ συντεταγμένον·
そこで、彼らは意気揚々と命じられた目的地へと進んでいった。
ὁ δὲ Φιλοποίμην ἐν ὥρᾳ παραγγείλας δειπνοποιεῖσθαι τοῖς Ἀχαιοῖς ἐξῆγε τὴν δύναμιν ἐκ τῆς Τεγέας, καὶ νυκτοπορήσας ἐνεργῶς περὶ τὴν ἑωθινὴν ἐνεκάθισε τὴν στρατιὰν ἐν τοῖς περὶ τὸν Σκοτίταν προσαγορευομένοις τόποις, ὅς ἐστι μεταξὺ τῆς Τεγέας καὶ τῆς Λακεδαίμονος.
一方、フィロポイメンは適切な時間にアカイア人たちに夕食をとるよう指示すると、軍勢をテゲアから連れ出し、夜通し迅速に行軍して、明け方頃に、テゲアとラケダイモンの間にある、スコティタスと呼ばれる地域に軍勢を伏せさせた。
§16.37.5οἱ δʼ ἐν τῇ Πελλήνῃ μισθοφόροι κατὰ τὴν ἐπιοῦσαν ἡμέραν ἅμα τῷ σημῆναι τοὺς σκοποὺς τὴν καταδρομὴν τῶν πολεμίων ἐκ χειρὸς ἐβοήθουν, καθάπερ ἔθος ἦν αὐτοῖς, καὶ προσέκειντο τοῖς ὑπεναντίοις.
翌日、ペレネにいた傭兵たちは、物見たちが敵の来襲を知らせるやいなや、彼らの常の習慣通りに、直ちに救援に赴き、敵に猛攻を加えた。
§16.37.6τῶν δʼ Ἀχαιῶν κατὰ τὸ συνταχθὲν ὑποχωρούντων εἵποντο κατόπιν ἐπικείμενοι θρασέως καὶ τετολμηκότως.
アカイア人たちが指示通りに退却すると、彼らは大胆かつ不敵に背後から追撃した。
§16.37.7ἅμα δὲ τῷ παραβάλλειν εἰς τοὺς κατὰ τὴν ἐνέδραν τόπους, διαναστάντων τῶν Ἀχαιῶν οἱ μὲν κατεκόπησαν, οἱ δʼ ἑάλωσαν αὐτῶν. —
そして、彼らが待ち伏せの場所に差し掛かったまさにその時、アカイア人たちが一斉に立ち上がり、彼らのある者は斬り殺され、ある者は捕らえられた。