§16.34.1κατὰ δὲ τοὺς καιροὺς τούτους Ἄτταλος ὁ βασιλεὺς ἀκούσας πολιορκεῖσθαι τοὺς Ἀβυδηνούς, διʼ Αἰγαίου ποιησάμενος τὸν πλοῦν εἰς Τένεδον, ὁμοίως δὲ καὶ τῶν Ῥωμαίων Μάρκος Αἰμίλιος ὁ νεώτατος ἧκε καταπλέων εἰς αὐτὴν τὴν Ἄβυδον.
この時期に、アッタロス王はアビュドス人たちが包囲されていると聞いて、エーゲ海を通ってテネドス島へと航行し、同様にローマ人からも、最年少のマルクス・アエミリウスが、アビュドスそのものへと船で到着した。
§16.34.2οἱ γὰρ Ῥωμαῖοι τὸ σαφὲς ἀκούσαντες ἐν τῇ Ῥόδῳ περὶ τῆς τῶν Ἀβυδηνῶν πολιορκίας καὶ βουλόμενοι πρὸς αὐτὸν τὸν Φίλιππον ποιήσασθαι τοὺς λόγους κατὰ τὰς ἐντολάς, ἐπιστήσαντες τὴν πρὸς τοὺς βασιλέας ὁρμὴν ἐξέπεμψαν τὸν προειρημένον,
というのも、ローマ人たちはロードス島でアビュドス包囲の確報を聞き、指令に従ってフィリッポス自身と言葉を交わしたいと望んだため、王たちのもとへ赴く計画を一時中断し、前述の人物を派遣したからである。
§16.34.3ὃς καὶ συμμίξας περὶ τὴν Ἄβυδον διεσάφει τῷ βασιλεῖ διότι δέδοκται τῇ συγκλήτῳ παρακαλεῖν αὐτὸν μήτε τῶν Ἑλλήνων μηδενὶ πολεμεῖν μήτε τοῖς Πτολεμαίου πράγμασιν ἐπιβάλλειν τὰς χεῖρας, περὶ δὲ τῶν εἰς Ἄτταλον καὶ Ῥοδίους ἀδικημάτων δίκας ὑποσχεῖν,
彼はアビュドスの近郊で相まみえると、元老院が決定したこととして、ギリシア人の誰とも戦争をしないこと、プトレマイオスの領土に手を触れないこと、アッタロスやロードス人に対する不法行為について裁判を受けることを彼に求める旨を王に明らかにした。
§16.34.4καὶ διότι ταῦτα μὲν οὕτω πράττοντι τὴν εἰρήνην ἄγειν ἐξέσται, μὴ βουλομένῳ δὲ πειθαρχεῖν ἑτοίμως ὑπάρξειν τὸν πρὸς Ῥωμαίους πόλεμον.
そして、これらをそのように実行するならば平和を維持することができるが、従うことを望まないならば、直ちにローマ人との戦争が待ち受けているであろうということも伝えた。
§16.34.5τοῦ δὲ Φιλίππου βουλομένου διδάσκειν ὅτι Ῥόδιοι τὰς χεῖρας ἐπιβάλοιεν αὐτῷ, μεσολαβήσας ὁ Μάρκος ἤρετο "τί δαὶ Ἀθηναῖοι;
フィリッポスが、先に手を出したのはロードス人の方であると説明しようとしたところ、マルクスは言葉を遮って尋ねた。
τί δαὶ Κιανοί;
「では、アテナイ人はどうなのか。
τί δαὶ νῦν Ἀβυδηνοί;
キオス人はどうなのか。
καὶ τούτων τίσ" ἔφη "σοὶ πρότερος ἐπέβαλε τὰς χεῖρας;
そして今のアビュドス人はどうなのか。
"
彼らのうちの誰が、あなたに先に手を出したというのか」王は返答に窮したが、彼が傲慢な態度で語るのを三つの理由から許すと述べた。
§16.34.6ὁ δὲ βασιλεὺς ἐξαπορήσας κατὰ τρεῖς τρόπους ἔφησεν αὐτῷ συγγνώμην ἔχειν ὑπερηφάνως ὁμιλοῦντι, πρῶτον μὲν ὅτι νέος ἐστὶ καὶ πραγμάτων ἄπειρος, δεύτερον ὅτι κάλλιστος ὑπάρχει τῶν καθʼ αὑτὸν — καὶ γὰρ ἦν τοῦτο κατʼ ἀλήθειαν — μάλιστα δʼ ὅτι Ῥωμαῖος.
第一に、彼が若く経験不足であること、第二に、同時代の人々の中で最も美男子であること(これは実際その通りであった)、そして最も大きな理由としては、彼がローマ人であることである。
§16.34.7"ἐγὼ δὲ μάλιστα μὲν ἀξιῶ Ῥωμαίουσ" ἔφη "μὴ παραβαίνειν τὰς συνθήκας μηδὲ πολεμεῖν ἡμῖν·
「しかし、私はローマ人たちに対して、何よりも条約を破らず、我々と戦争をしないことを望む。
ἐὰν δὲ καὶ τοῦτο ποιῶσιν, ἀμυνούμεθα γενναίως, παρακαλέσαντες τοὺς θεούσ".
もし彼らがそうするならば、我々は神々を呼び求めて、雄々しく防衛するであろう」と彼は言った。
οὗτοι μὲν οὖν ταῦτʼ εἰπόντες διεχωρίσθησαν ἀπʼ ἀλλήλων·
こうして彼らはこれらの言葉を交わして、互いに別れた。
§16.34.8ὁ δὲ Φίλιππος κυριεύσας τῆς πόλεως, τὴν ὕπαρξιν ἅπασαν καταλαβὼν συνηθροισμένην ὑπὸ τῶν Ἀβυδηνῶν ἐξ ἑτοίμου παρέλαβε.
フィリッポスは都市を支配下に置くと、アビュドス人によって一箇所に集められていたすべての財産を、苦もなく手に入れた。
§16.34.9θεωρῶν δὲ τὸ πλῆθος καὶ τὴν ὁρμὴν τῶν σφᾶς αὐτοὺς καὶ τὰ τέκνα καὶ τὰς γυναῖκας ἀποσφαττόντων, κατακαόντων, ἀπαγχόντων, εἰς τὰ φρέατα ῥιπτούντων, κατακρημνιζόντων ἀπὸ τῶν τεγῶν, §16.34.10ἐκπλαγὴς ἦν, καὶ διαλγῶν ἐπὶ τοῖς γινομένοις παρήγγειλε διότι τρεῖς ἡμέρας ἀναστροφὴν δίδωσι τοῖς βουλομένοις ἀπάγχεσθαι καὶ σφάττειν αὑτούς.
しかし、自分自身や子供や妻たちを切り殺し、焼き殺し、首を吊り、井戸へ身を投げ、屋根から飛び降りる人々の数の多さとその激しさを目にして、彼は愕然とし、起こっていることに深く心を痛め、首を吊ったり自殺したりすることを望む者たちに、三日間の猶予を与えると言い渡した。
§16.34.11οἱ δʼ Ἀβυδηνοί, προδιειληφότες ὑπὲρ αὑτῶν κατὰ τὴν ἐξ ἀρχῆς στάσιν, καὶ νομίζοντες οἷον εἰ προδόται γίνεσθαι τῶν ὑπὲρ τῆς πατρίδος ἠγωνισμένων καὶ τεθνεώτων, οὐδαμῶς ὑπέμενον τὸ ζῆν, ὅσοι μὴ δεσμοῖς ἢ τοιαύταις ἀνάγκαις προκατελήφθησαν·
アビュドス人たちは、最初の決意に従って自分たちの運命をすでに決めており、祖国のために戦って死んでいった者たちを裏切るかのように生きながらえることを決して耐えられなかった。 縛られたり、そのような不可抗力によってあらかじめ身動きが取れなくなっていた者たちを除いては。
§16.34.12οἱ δὲ λοιποὶ πάντες ὥρμων ἀμελλήτως κατὰ συγγενείας ἐπὶ τὸν θάνατον. —
残りの者たちは皆、一族ごとに、ためらうことなく死へと急いだ。