§16.33.1πεσόντος γὰρ τοῦ διατειχίσματος, ἐπιβάντες ἐπὶ τὸ πτῶμα κατὰ τοὺς ὅρκους διεμάχοντο τοῖς πολεμίοις οὕτω τετολμηκότως ὥστε τὸν Φίλιππον, καίπερ ἐκ διαδοχῆς προβαλόμενον τοὺς Μακεδόνας ἕως νυκτός, τέλος ἀποστῆναι τῆς μάχης, δυσελπιστήσαντα καὶ περὶ τῆς ὅλης ἐπιβολῆς.
内壁が崩落すると、アビュドス人たちは誓いに従ってその崩壊跡の上に立ち、敵と極めて大胆に戦ったので、フィリッポスは、夜になるまでマケドニア兵を次々と交代で投入して戦わせたにもかかわらず、ついに戦闘を中止し、この企て全体に対しても希望を失うほどであった。
§16.33.2οὐ γὰρ μόνον ἐπὶ τοὺς θνήσκοντας τῶν πολεμίων ἐπιβαίνοντες ἠγωνίζοντο μετὰ παραστάσεως οἱ προκινδυνεύοντες τῶν Ἀβυδηνῶν, οὐδὲ τοῖς ξίφεσι καὶ τοῖς δόρασιν αὐτοῖς ἐμάχοντο παραβόλως,
\n というのも、アビュドス人のうち最前線で戦う者たちは、死にゆく敵兵の屍を踏み越えて死に物狂いの覚悟で戦っただけでなく、剣や槍そのものだけで命知らずに戦ったのでもなかったからである。
§16.33.3ἀλλʼ ὅτε τι τούτων ἀχρειωθὲν ἀδυνατήσειεν ἢ μετὰ βίας προοῖντʼ ἐκ τῶν χειρῶν, συμπλεκόμενοι τοῖς Μακεδόσιν οὓς μὲν ἀνέτρεπον ὁμοῦ τοῖς ὅπλοις, ὧν δὲ συντρίβοντες τὰς σαρίσας αὐτοῖς τοῖς ἐκείνων κλάσμασιν ἐκ διαλήψεως τύπτοντες αὐτῶν ταῖς ἐπιδορατίσι τὰ πρόσωπα καὶ τοὺς γυμνοὺς τόπους εἰς ὁλοσχερῆ διατροπὴν ἦγον.
\n むしろ、これらの武器のどれかが使い物にならなくなって役に立たなくなったり、力づくで手から奪い去られたりしたときには、マケドニア兵と組み合い、一方の者たちを武具ごと押し倒し、他方の者たちのサリサを叩き折っては、その折れた槍の破片そのものをしっかりと握り、彼らの顔や防具のない箇所をその槍尻で突いて、完全に敗走させた。
§16.33.4ἐπιγενομένης δὲ τῆς νυκτὸς καὶ διαλυθείσης τῆς μάχης, τῶν μὲν πλείστων τεθνεώτων ἐπὶ τοῦ πτώματος, τῶν δὲ λοιπῶν ὑπὸ τοῦ κόπου καὶ τῶν τραυμάτων ἀδυνατούντων, συναγαγόντες ὀλίγους τινὰς τῶν πρεσβυτέρων Γλαυκίδης καὶ Θεόγνητος κατέβαλον τὸ σεμνὸν καὶ θαυμάσιον τῆς τῶν πολιτῶν προαιρέσεως διὰ τὰς ἰδίας ἐλπίδας·
\n しかし、夜が訪れて戦闘がやみ、大部分の者が崩壊跡の上で戦死し、生き残った者たちも疲労と負傷によって動けなくなっていると、グラウキデスとテオグネトスは、長老たちを数名集め、自分たちの個人的な生存への希望のために、市民たちのあの崇高で驚くべき決意を台無しにしてしまった。
§16.33.5ἐβουλεύσαντο γὰρ τὰ μὲν τέκνα καὶ τὰς γυναῖκας ζωγρεῖν, ἅμα δὲ τῷ φωτὶ τοὺς ἱερεῖς καὶ τὰς ἱερείας ἐκπέμπειν μετὰ στεμμάτων πρὸς τὸν Φίλιππον, δεησομένους καὶ παραδιδόντας αὐτῷ τὴν πόλιν.
\n すなわち彼らは、子供や妻たちを生かしておき、夜明けとともに神官や巫女たちに飾り帯を持たせてフィリッポスのもとに送り出し、嘆願させて都市を彼に引き渡すことを決定したのである。