§16.34.1κατὰ δὲ τοὺς καιροὺς τούτους Ἄτταλος ὁ βασιλεὺς ἀκούσας πολιορκεῖσθαι τοὺς Ἀβυδηνούς, διʼ Αἰγαίου ποιησάμενος τὸν πλοῦν εἰς Τένεδον, ὁμοίως δὲ καὶ τῶν Ῥωμαίων Μάρκος Αἰμίλιος ὁ νεώτατος ἧκε καταπλέων εἰς αὐτὴν τὴν Ἄβυδον.
在这个时候,阿塔罗斯国王听说阿比多斯人被包围,便乘船穿过爱琴海前往忒涅多斯,同样地,在罗马人当中,最年轻的马尔库斯·埃米利乌斯也乘船抵达了阿比多斯城。
§16.34.2οἱ γὰρ Ῥωμαῖοι τὸ σαφὲς ἀκούσαντες ἐν τῇ Ῥόδῳ περὶ τῆς τῶν Ἀβυδηνῶν πολιορκίας καὶ βουλόμενοι πρὸς αὐτὸν τὸν Φίλιππον ποιήσασθαι τοὺς λόγους κατὰ τὰς ἐντολάς, ἐπιστήσαντες τὴν πρὸς τοὺς βασιλέας ὁρμὴν ἐξέπεμψαν τὸν προειρημένον, §16.34.3ὃς καὶ συμμίξας περὶ τὴν Ἄβυδον διεσάφει τῷ βασιλεῖ διότι δέδοκται τῇ συγκλήτῳ παρακαλεῖν αὐτὸν μήτε τῶν Ἑλλήνων μηδενὶ πολεμεῖν μήτε τοῖς Πτολεμαίου πράγμασιν ἐπιβάλλειν τὰς χεῖρας, περὶ δὲ τῶν εἰς Ἄτταλον καὶ Ῥοδίους ἀδικημάτων δίκας ὑποσχεῖν, §16.34.4καὶ διότι ταῦτα μὲν οὕτω πράττοντι τὴν εἰρήνην ἄγειν ἐξέσται, μὴ βουλομένῳ δὲ πειθαρχεῖν ἑτοίμως ὑπάρξειν τὸν πρὸς Ῥωμαίους πόλεμον.
因为罗马人在罗德岛听到了关于阿比多斯被包围的确切消息,并希望按照指令直接与腓力进行交涉,于是他们暂停了前往诸王那里的行程,派遣了上述的人,他在阿比多斯附近与国王相见,向他明确表示:元老院已决定要求他不得与任何希腊人作战,也不得染指普托利迈乌斯的领地,并就对阿塔罗斯和罗德岛人造成的侵害接受审判,并且如果他这样做,就能保持和平,但如果他不愿服从,与罗马人的战争就将立刻不可避免。
§16.34.5τοῦ δὲ Φιλίππου βουλομένου διδάσκειν ὅτι Ῥόδιοι τὰς χεῖρας ἐπιβάλοιεν αὐτῷ, μεσολαβήσας ὁ Μάρκος ἤρετο "τί δαὶ Ἀθηναῖοι;
腓力试图说明是罗德岛人先对他动手的,马尔库斯打断他说:“那么雅典人呢?
τί δαὶ Κιανοί;
基奥斯人呢?
τί δαὶ νῦν Ἀβυδηνοί;
还有现在的阿比多斯人呢?
καὶ τούτων τίσ" ἔφη "σοὶ πρότερος ἐπέβαλε τὰς χεῖρας; "
他们中谁,”他说,“先对你动手了?
§16.34.6ὁ δὲ βασιλεὺς ἐξαπορήσας κατὰ τρεῖς τρόπους ἔφησεν αὐτῷ συγγνώμην ἔχειν ὑπερηφάνως ὁμιλοῦντι, πρῶτον μὲν ὅτι νέος ἐστὶ καὶ πραγμάτων ἄπειρος, δεύτερον ὅτι κάλλιστος ὑπάρχει τῶν καθʼ αὑτὸν — καὶ γὰρ ἦν τοῦτο κατʼ ἀλήθειαν — μάλιστα δʼ ὅτι Ῥωμαῖος.
” 国王一时语塞,但他说由于三个原因,他原谅了他那傲慢的说话方式:第一,因为他年轻且缺乏事务经验;第二,因为他是同时代中最英俊的人——这确实是事实——最重要的是,因为他是罗马人。
§16.34.7"ἐγὼ δὲ μάλιστα μὲν ἀξιῶ Ῥωμαίουσ" ἔφη "μὴ παραβαίνειν τὰς συνθήκας μηδὲ πολεμεῖν ἡμῖν· ἐὰν δὲ καὶ τοῦτο ποιῶσιν, ἀμυνούμεθα γενναίως, παρακαλέσαντες τοὺς θεούσ".
“至于我,”他说,“我首先要求罗马人不要违反协约,也不要向我们开战;但如果他们真要这样做,我们将呼求神明,英勇地自卫。
οὗτοι μὲν οὖν ταῦτʼ εἰπόντες διεχωρίσθησαν ἀπʼ ἀλλήλων·
”他们说完这些话后,便各自离去。
§16.34.8ὁ δὲ Φίλιππος κυριεύσας τῆς πόλεως, τὴν ὕπαρξιν ἅπασαν καταλαβὼν συνηθροισμένην ὑπὸ τῶν Ἀβυδηνῶν ἐξ ἑτοίμου παρέλαβε.
腓力控制了这座城市后,毫不费力地接管了阿比多斯人聚集在一处的全部财产。
§16.34.9θεωρῶν δὲ τὸ πλῆθος καὶ τὴν ὁρμὴν τῶν σφᾶς αὐτοὺς καὶ τὰ τέκνα καὶ τὰς γυναῖκας ἀποσφαττόντων, κατακαόντων, ἀπαγχόντων, εἰς τὰ φρέατα ῥιπτούντων, κατακρημνιζόντων ἀπὸ τῶν τεγῶν, §16.34.10ἐκπλαγὴς ἦν, καὶ διαλγῶν ἐπὶ τοῖς γινομένοις παρήγγειλε διότι τρεῖς ἡμέρας ἀναστροφὴν δίδωσι τοῖς βουλομένοις ἀπάγχεσθαι καὶ σφάττειν αὑτούς.
然而,看到那些自刎、杀死妻子儿女、自焚、自缢、投井、从屋顶跳下的人数之多和势头之猛,他大为震惊,并对正在发生的事情深感悲痛,于是下令:给那些想要自缢或自杀的人三天宽限期。
§16.34.11οἱ δʼ Ἀβυδηνοί, προδιειληφότες ὑπὲρ αὑτῶν κατὰ τὴν ἐξ ἀρχῆς στάσιν, καὶ νομίζοντες οἷον εἰ προδόται γίνεσθαι τῶν ὑπὲρ τῆς πατρίδος ἠγωνισμένων καὶ τεθνεώτων, οὐδαμῶς ὑπέμενον τὸ ζῆν, ὅσοι μὴ δεσμοῖς ἢ τοιαύταις ἀνάγκαις προκατελήφθησαν· §16.34.12οἱ δὲ λοιποὶ πάντες ὥρμων ἀμελλήτως κατὰ συγγενείας ἐπὶ τὸν θάνατον. —
阿比多斯人已经按照最初的决议决定了自己的命运,并且认为活下去就像是背叛了那些为祖国而战死的人,因此决不忍心苟活,除非那些被锁链或类似强制手段预先限制住的人;其余的所有人全都毫不迟疑地,以家族为单位,奔向死亡。