Humanitext Reader

波利比奥斯 · 历史 §16.33.1-16.33.5

阿比多斯人的血战与首领的降伏决定

第 882 段,共 1311 段 · 希腊语

内容简介

阿比多斯人在坍塌的内墙上与马其顿军展开了极其惨烈的白兵战,逼得腓力暂时撤退。然而,夜间大多数守军战死或负伤,两名领导人最终违背了市民们玉碎的决心,决定向腓力投降。

§16.33.1πεσόντος γὰρ τοῦ διατειχίσματος, ἐπιβάντες ἐπὶ τὸ πτῶμα κατὰ τοὺς ὅρκους διεμάχοντο τοῖς πολεμίοις οὕτω τετολμηκότως ὥστε τὸν Φίλιππον, καίπερ ἐκ διαδοχῆς προβαλόμενον τοὺς Μακεδόνας ἕως νυκτός, τέλος ἀποστῆναι τῆς μάχης, δυσελπιστήσαντα καὶ περὶ τῆς ὅλης ἐπιβολῆς.
因为当内墙倒塌时,他们登上废墟,按照誓言与敌人极其英勇地战斗,以至于腓力虽然不断轮换派遣马其顿士兵投入战斗直到深夜,但最终还是退出了战斗,甚至对整个企图也失去了信心。
§16.33.2οὐ γὰρ μόνον ἐπὶ τοὺς θνήσκοντας τῶν πολεμίων ἐπιβαίνοντες ἠγωνίζοντο μετὰ παραστάσεως οἱ προκινδυνεύοντες τῶν Ἀβυδηνῶν, οὐδὲ τοῖς ξίφεσι καὶ τοῖς δόρασιν αὐτοῖς ἐμάχοντο παραβόλως, §16.33.3ἀλλʼ ὅτε τι τούτων ἀχρειωθὲν ἀδυνατήσειεν ἢ μετὰ βίας προοῖντʼ ἐκ τῶν χειρῶν, συμπλεκόμενοι τοῖς Μακεδόσιν οὓς μὲν ἀνέτρεπον ὁμοῦ τοῖς ὅπλοις, ὧν δὲ συντρίβοντες τὰς σαρίσας αὐτοῖς τοῖς ἐκείνων κλάσμασιν ἐκ διαλήψεως τύπτοντες αὐτῶν ταῖς ἐπιδορατίσι τὰ πρόσωπα καὶ τοὺς γυμνοὺς τόπους εἰς ὁλοσχερῆ διατροπὴν ἦγον.
\n 因为阿比多斯人中在前线战斗的人,不仅踏着敌人垂死者的尸体以必死的决心战斗,而且他们也不仅仅是用剑和长枪本身进行拼死搏斗;\n 而是每当这些武器中的某一件损坏而无法使用,或者被强行从手中夺走时,他们就与马其顿人近身肉搏,将一些人连同防具一起推倒,同时折断另一些人的萨里沙长枪,牢牢握住那些长枪的碎片,用枪底端刺击他们的面部和裸露部位,使他们彻底溃败。
§16.33.4ἐπιγενομένης δὲ τῆς νυκτὸς καὶ διαλυθείσης τῆς μάχης, τῶν μὲν πλείστων τεθνεώτων ἐπὶ τοῦ πτώματος, τῶν δὲ λοιπῶν ὑπὸ τοῦ κόπου καὶ τῶν τραυμάτων ἀδυνατούντων, συναγαγόντες ὀλίγους τινὰς τῶν πρεσβυτέρων Γλαυκίδης καὶ Θεόγνητος κατέβαλον τὸ σεμνὸν καὶ θαυμάσιον τῆς τῶν πολιτῶν προαιρέσεως διὰ τὰς ἰδίας ἐλπίδας· §16.33.5ἐβουλεύσαντο γὰρ τὰ μὲν τέκνα καὶ τὰς γυναῖκας ζωγρεῖν, ἅμα δὲ τῷ φωτὶ τοὺς ἱερεῖς καὶ τὰς ἱερείας ἐκπέμπειν μετὰ στεμμάτων πρὸς τὸν Φίλιππον, δεησομένους καὶ παραδιδόντας αὐτῷ τὴν πόλιν.
\n 但当夜幕降临、战斗中止时,大多数人已战死在废墟之上,其余的人也因疲惫和伤痛而无法动弹,格劳基德斯和狄奥格内托斯召集了少数几位长老,为了自己个人的生存希望,断送了市民们那崇高而令人叹为观止的决意;\n 因为他们决定让孩子和妇女活下来,并在天亮时派遣神官和女祭司带着花冠去见腓力,向他请求宽恕并向他献城。

词汇与语法注释

  1. §16.33.1καίπερ ἐκ διαδοχῆς προβαλόμενον — προβαλόμενον 是阳性单数宾格的第二不定过去时中动分词,修饰 ὥστε 子句中不定式 ἀποστῆναι 的逻辑主语宾格 τὸν Φίλιππον。伴随 καίπερ 表示让步(“尽管他已经派遣……”)。中动语态 προβάλλεσθαι 在此处具有使役意味,表示“相继派出(自己的马其顿军队)作为屏障或前锋”。
  2. §16.33.3ἐκ διαλήψεως — 介词短语 ἐκ διαλήψεως 的阐释。在波里比阿的文本中,它可以表示“牢牢握住”(抓紧折断的枪柄)或“有间隔地”、“看准时机”。此处紧接在“折断萨里沙长枪并用碎片本身”之后,作为副词性短语,修饰他们如何“牢牢抓住”这些碎片或“看准目标”刺击敌人防备不及之处。
  3. §16.33.4κατέβαλον τὸ σεμνὸν καὶ θαυμάσιον τῆς τῶν πολιτῶν προαιρέσεως — 动词 κατέβαλον(不定过去时主动语态)从其物理意义上的“推倒”、“推翻”转译,在此处作比喻义,意为“废弃”、“使归于无”、“背叛”。其直接宾语是抽象短语“市民们崇高而惊人的决意”(τὸ σεμνὸν καὶ θαυμάσιον τῆς ... προαιρέσεως),戏剧性地表现了这两位领导人为了个人生存的希望而使市民们神圣的决心付诸东流。

引用这一段

波利比奥斯, 历史 §16.33.1-16.33.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:16.33.1-16.33.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。