Humanitext Reader

ポリュビオス · 歴史 §16.31.1-16.31.8

アビュドス市民の玉砕の誓いと徹底抗戦の決意

880 / 1311 箇所 · ギリシア語

要旨

アビュドスの市民たちはフィリッポスの無条件降伏の要求を拒否し、最悪の場合には家族を殺して財産を処分するという悲壮な誓いを立て、防壁の崩壊とともに全員で戦って死ぬ決意を固める。

§16.31.1ἢ μάχεσθαι γενναίως, οὗτοι μὲν ἐπανῆλθον.
あるいは勇敢に戦うべきであると(フィリッポスが要求したため)、彼らは引き返した。
οἱ δʼ Ἀβυδηνοὶ πυθόμενοι τὰ λεγόμενα, συνελθόντες εἰς ἐκκλησίαν ἐβουλεύοντο περὶ τῶν ἐνεστώτων ἀπονοηθέντες ταῖς γνώμαις.
アビュドス市民たちは伝えられた言葉を聞き、民会に集まり、現在の状況について必死の覚悟を決めて議論した。
§16.31.2ἔδοξεν οὖν αὐτοῖς πρῶτον μὲν τοὺς δούλους ἐλευθεροῦν, ἵνα συναγωνιστὰς ἔχοιεν ἀπροφασίστους, ἔπειτα συναθροῖσαι τὰς μὲν γυναῖκας εἰς τὸ τῆς Ἀρτέμιδος ἱερὸν ἁπάσας, τὰ δὲ τέκνα σὺν ταῖς τροφοῖς εἰς τὸ γυμνάσιον,
そこで彼らは、第一に、言い訳のない共闘者を得るために奴隷たちを解放すること、第二に、妻たちを全員アルテミスの神殿に、子供たちを乳母とともにギムナシオンに集めることを決定した。
§16.31.3ἑξῆς δὲ τούτοις τὸν ἄργυρον καὶ τὸν χρυσὸν εἰς τὴν ἀγορὰν συναγαγεῖν, ὁμοίως δὲ καὶ τὸν ἱματισμὸν τὸν ἀξιόλογον εἰς τὴν τετρήρη τὴν τῶν Ῥοδίων καὶ τὴν τριήρη τὴν τῶν Κυζικηνῶν.
そしてこれらに続いて、銀と金を広場に集め、同様に価値のある衣服類をロドス人の四段櫂船とキュジコス人の三段櫂船に集めることも(決定した)。
§16.31.4ταῦτα δὲ προθέμενοι καὶ πράξαντες ὁμοθυμαδὸν κατὰ τὸ δόγμα πάλιν συνηθροίσθησαν εἰς τὴν ἐκκλησίαν, καὶ πεντήκοντα προεχειρίσαντο τῶν πρεσβυτέρων ἀνδρῶν καὶ μάλιστα πιστευομένων, ἔτι δὲ τὴν σωματικὴν δύναμιν ἐχόντων πρὸς τὸ δύνασθαι τὸ κριθὲν ἐπιτελεῖν,
彼らはこれらのことを提案し、決議に従って一致協力して実行すると、再び民会に集まり、年長で最も信頼されており、かつ決定されたことを実行するのに十分な肉体的体力を有している男たちの中から50人を選び出した。
§16.31.5καὶ τούτους ἐξώρκισαν ἐναντίον ἁπάντων τῶν πολιτῶν ἦ μήν, ἐὰν ἴδωσι τὸ διατείχισμα καταλαμβανόμενον ὑπὸ τῶν ἐχθρῶν, κατασφάξειν μὲν τὰ τέκνα καὶ τὰς γυναῖκας, ἐμπρήσειν δὲ τὰς προειρημένας ναῦς, ῥίψειν δὲ κατὰ τὰς ἀρὰς τὸν ἄργυρον καὶ τὸν χρυσὸν εἰς τὴν θάλατταν.
そして、彼らに全市民の面前で、もし敵が内側の防壁を占領するのを見たならば、子供たちと妻たちを虐殺し、先述の船を放火し、誓いの呪いに従って銀と金を海に投げ捨てることを固く誓わせた。
§16.31.6μετὰ δὲ ταῦτα παραστησάμενοι τοὺς ἱερέας ὤμνυον πάντες ἢ κρατήσειν τῶν ἐχθρῶν ἢ τελευτήσειν μαχόμενοι περὶ τῆς πατρίδος.
この後、彼らは神官たちを傍らに立たせ、全員で、敵に打ち勝つか、さもなくば祖国のために戦って死ぬことを誓った。
§16.31.7ἐπὶ δὲ πᾶσι σφαγιασάμενοι κατάρας ἠνάγκασαν ἐπὶ τῶν ἐμπύρων ποιεῖσθαι τοὺς ἱερέας καὶ τὰς ἱερείας περὶ τῶν προειρημένων.
最後に、犠牲を捧げ、神官や女祭司たちに、燃え盛る犠牲の上で先述の事柄について誓いの呪いを立てることを強いた。
§16.31.8ταῦτα δʼ ἐπικυρώσαντες τοῦ μὲν ἀντιμεταλλεύειν τοῖς πολεμίοις ἀπέστησαν, ἐπὶ δὲ τοιαύτην γνώμην κατέστησαν ὥστʼ ἐπειδὰν πέσῃ τὸ διατείχισμα, τότʼ ἐπὶ τοῦ πτώματος διαμάχεσθαι καὶ διαποθνήσκειν πρὸς τοὺς βιαζομένους.
これらの決定を承認すると、彼らは敵に対する対抗坑道の採掘を止め、防壁が崩れ落ちたときには、その崩落部の上で、押し寄せる敵に対して徹底抗戦し、戦い死ぬという決意を固めた。

語釈・文法注

  1. 16.31.1ἢ μάχεσθαι γενναίως — 直前の節 (§16.30.8) の属格独立構文中の分詞 `προστάττοντος`(命令している)に係り、命令の内容を示す不定詞。
  2. 16.31.1ἀπονοηθέντες ταῖς γνώμαις — `ἀπονοέομαι`(分別を失う、絶望する、死を覚悟する)の受動アオリスト分詞。`ταῖς γνώμαις` は観点の与格で、ここでは極限状態における悲壮な精神状態を示す。
  3. 16.31.5ἦ μήν — 厳粛な誓いを導入する不変化詞の組み合わせ。これに導かれる未来不定詞 `κατασφάξειν`、`ἐμπρήσειν`、`ῥίψειν` は、選ばれた50人が誓わされた内容を表す。
  4. 16.31.7ἐπὶ τῶν ἐμπύρων — 前置詞 `ἐπί` +属格で「〜の上で」。ここでは犠牲獣が焼かれている祭壇、あるいは燃え盛る犠牲そのものを指し、そこで誓いを立てる古代の厳粛な儀式を表す。

この箇所を引用する

ポリュビオス, 歴史 §16.31.1-16.31.8. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:16.31.1-16.31.8

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。