Humanitext Reader

波利比奥斯 · 历史 §16.31.1-16.31.8

阿比多斯市民玉碎的誓言与死战决意

第 880 段,共 1311 段 · 希腊语

内容简介

阿比多斯市民拒绝了腓力无条件投降的要求,立下悲壮的誓言,在最坏的情况下将屠杀家人并销毁财产,并决定在内墙坍塌时全部战死沙场。

§16.31.1ἢ μάχεσθαι γενναίως, οὗτοι μὲν ἐπανῆλθον.
或者是勇敢地战斗,于是这些使节返回了。
οἱ δʼ Ἀβυδηνοὶ πυθόμενοι τὰ λεγόμενα, συνελθόντες εἰς ἐκκλησίαν ἐβουλεύοντο περὶ τῶν ἐνεστώτων ἀπονοηθέντες ταῖς γνώμαις.
阿比多斯人得知了所说的话,便聚集在公民大会上,在心中抱定必死的决心,对眼前的局势进行商议。
§16.31.2ἔδοξεν οὖν αὐτοῖς πρῶτον μὲν τοὺς δούλους ἐλευθεροῦν, ἵνα συναγωνιστὰς ἔχοιεν ἀπροφασίστους, ἔπειτα συναθροῖσαι τὰς μὲν γυναῖκας εἰς τὸ τῆς Ἀρτέμιδος ἱερὸν ἁπάσας, τὰ δὲ τέκνα σὺν ταῖς τροφοῖς εἰς τὸ γυμνάσιον, §16.31.3ἑξῆς δὲ τούτοις τὸν ἄργυρον καὶ τὸν χρυσὸν εἰς τὴν ἀγορὰν συναγαγεῖν, ὁμοίως δὲ καὶ τὸν ἱματισμὸν τὸν ἀξιόλογον εἰς τὴν τετρήρη τὴν τῶν Ῥοδίων καὶ τὴν τριήρη τὴν τῶν Κυζικηνῶν.
于是他们决定,首先释放奴隶,以便拥有全心全意的同盟战士;其次,将所有的妇女集中到阿耳忒弥斯神庙,将孩子们和他们的乳母集中到体育馆;紧接着,将金银集中到广场,同样,将贵重的衣物集中到罗得岛人的四列桨战船和库齐科斯人的三列桨战船上。
§16.31.4ταῦτα δὲ προθέμενοι καὶ πράξαντες ὁμοθυμαδὸν κατὰ τὸ δόγμα πάλιν συνηθροίσθησαν εἰς τὴν ἐκκλησίαν, καὶ πεντήκοντα προεχειρίσαντο τῶν πρεσβυτέρων ἀνδρῶν καὶ μάλιστα πιστευομένων, ἔτι δὲ τὴν σωματικὴν δύναμιν ἐχόντων πρὸς τὸ δύνασθαι τὸ κριθὲν ἐπιτελεῖν,
他们提出并根据决议一致实行了这些措施后,再次聚集在公民大会上,选出了五十位最受信任的年长男子,且他们仍保有肉体力量以能够执行所决定的事情。
§16.31.5καὶ τούτους ἐξώρκισαν ἐναντίον ἁπάντων τῶν πολιτῶν ἦ μήν, ἐὰν ἴδωσι τὸ διατείχισμα καταλαμβανόμενον ὑπὸ τῶν ἐχθρῶν, κατασφάξειν μὲν τὰ τέκνα καὶ τὰς γυναῖκας, ἐμπρήσειν δὲ τὰς προειρημένας ναῦς, ῥίψειν δὲ κατὰ τὰς ἀρὰς τὸν ἄργυρον καὶ τὸν χρυσὸν εἰς τὴν θάλατταν.
他们在全体公民面前让这些人宣誓:如果看到内墙被敌人占领,他们就屠杀孩子和妇女,放火烧毁前述的船只,并按照咒誓将金银投入大海。
§16.31.6μετὰ δὲ ταῦτα παραστησάμενοι τοὺς ἱερέας ὤμνυον πάντες ἢ κρατήσειν τῶν ἐχθρῶν ἢ τελευτήσειν μαχόμενοι περὶ τῆς πατρίδος.
在这之后,他们让祭司们站在身旁,全体宣誓要么战胜敌人,要么为了祖国战斗而死。
§16.31.7ἐπὶ δὲ πᾶσι σφαγιασάμενοι κατάρας ἠνάγκασαν ἐπὶ τῶν ἐμπύρων ποιεῖσθαι τοὺς ἱερέας καὶ τὰς ἱερείας περὶ τῶν προειρημένων.
最后,在献祭之后,他们强迫男祭司和女祭司在燃烧的祭品上,就前述的事情进行宣誓与诅咒。
§16.31.8ταῦτα δʼ ἐπικυρώσαντες τοῦ μὲν ἀντιμεταλλεύειν τοῖς πολεμίοις ἀπέστησαν, ἐπὶ δὲ τοιαύτην γνώμην κατέστησαν ὥστʼ ἐπειδὰν πέσῃ τὸ διατείχισμα, τότʼ ἐπὶ τοῦ πτώματος διαμάχεσθαι καὶ διαποθνήσκειν πρὸς τοὺς βιαζομένους.
批准了这些决定后,他们停止了对抗敌人的坑道挖掘,并下定决心:一旦内墙坍塌,他们就将在塌落的废墟上,与强行攻入的敌军战斗到底,直至战死。

词汇与语法注释

  1. 16.31.1ἢ μάχεσθαι γενναίως — 依附于前一节(§16.30.8)属格独立结构中的分词 `προστάττοντος`(命令),表示命令的替代内容的不定式。
  2. 16.31.1ἀπονοηθέντες ταῖς γνώμαις — 动词 `ἀπονοέομαι`(失去理智、绝望、抱定必死决心)的被动不定过去分词。`ταῖς γνώμαις` 是关系与格,在此表示在极端情况下的悲壮精神状态。
  3. 16.31.5ἦ μήν — 引导庄严誓言的语气词组合,引出将来时不定式 `κατασφάξειν`、`ἐμπρήσειν` 和 `ῥίψειν`,表示被选出的五十人所宣誓的内容。
  4. 16.31.7ἐπὶ τῶν ἐμπύρων — 介词 `ἐπί` 接属格,意为“在……之上”。这里指正在焚烧祭品的祭坛或燃烧的祭品本身,表现了在祭坛前宣誓这一古代庄严仪式。

引用这一段

波利比奥斯, 历史 §16.31.1-16.31.8. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:16.31.1-16.31.8

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。