§16.30.1οὐ μὴν ἀλλʼ ὅ γε Φίλιππος τὰ μὲν ἀποσταυρώσας, τὰ δὲ περιχαρακώσας τοὺς Ἀβυδηνοὺς ἐπολιόρκει καὶ κατὰ γῆν ἅμα καὶ κατὰ θάλατταν.
それにもかかわらず、フィリッポスはある場所には柵を巡らし、ある場所には trenches を掘ってアビュドス市民を包囲し、陸と海の両方から同時に攻め立てた。
§16.30.2ἡ δὲ πρᾶξις αὕτη κατὰ μὲν τὸ μέγεθος τῆς παρασκευῆς καὶ τὴν ποικιλίαν τῶν ἐν τοῖς ἔργοις ἐπινοημάτων, διʼ ὧν οἵ τε πολιορκοῦντες καὶ πολιορκούμενοι πρὸς ἀλλήλους εἰώθασιν ἀντιμηχανᾶσθαι καὶ φιλοτεχνεῖν, οὐ γέγονε θαυμάσιος,
この作戦は、準備の規模や、工事における様々な策略――それらによって包囲する側と包囲される側が互いに対抗し、技術を競い合うのが常であるが――の点においては、驚くべきものではなかった。
§16.30.3κατὰ δὲ τὴν γενναιότητα τῶν πολιορκουμένων καὶ τὴν ὑπερβολὴν τῆς εὐψυχίας, εἰ καί τις ἄλλη, μνήμης ἀξία καὶ παραδόσεως.
しかし、被包囲者の気高さと不屈の勇気の並外れさにおいては、もし他にそのような例があるとしてもそれに劣らず、記憶され語り継がれるに値するものである。
§16.30.4τὰς μὲν γὰρ ἀρχὰς πιστεύοντες αὑτοῖς οἱ τὴν Ἄβυδον κατοικοῦντες ὑπέμενον ἐρρωμένως τὰς τοῦ Φιλίππου παρασκευάς, καὶ τῶν τε κατὰ θάλατταν προσαχθέντων μηχανημάτων τὰ μὲν τοῖς πετροβόλοις τύπτοντες διεσάλευσαν, τὰ δὲ τῷ πυρὶ διέφθειραν, οὕτως ὥστε καὶ τὰς ναῦς μόλις ἀνασπάσαι τοὺς πολεμίους ἐκ τοῦ κινδύνου.
というのも、はじめのうち、アビュドスの住民たちは自分たちを信じてフィリッポスの攻撃準備に力強く耐え、海から近づけられた兵器のうち、あるものは投石機で打って揺るがし、あるものは火で滅ぼした。 その結果、敵は船を危険から引き揚げることすらやっとのことであった。
§16.30.5τοῖς δὲ κατὰ γῆν ἔργοις ἕως μέν τινος προσαντεῖχον εὐψύχως, οὐκ ἀπελπίζοντες κατακρατήσειν τῶν πολεμίων.
また、陸上の攻囲工事に対しても、しばらくの間は勇敢に抵抗し、敵に打ち勝つことを絶望していなかった。
§16.30.6ἐπειδὴ δὲ τὸ μὲν ἐκτὸς τοῦ τείχους ἔπεσε διὰ τῶν ὀρυγμάτων, μετὰ δὲ ταῦτα διὰ τῶν μετάλλων ἤγγιζον οἱ Μακεδόνες τῷ κατὰ τὸ πεπτωκὸς ὑπὸ τῶν ἔνδοθεν ἀντῳκοδομημένῳ τείχει, §16.30.7τὸ τηνικάδε πέμψαντες πρεσβευτὰς Ἰφιάδην καὶ Παντάγνωτον ἐκέλευον παραλαμβάνειν τὸν Φίλιππον τὴν πόλιν, τοὺς μὲν στρατιώτας ὑποσπόνδους ἀφέντα τοὺς παρὰ Ῥοδίων καὶ παρʼ Ἀττάλου, τὰ δʼ ἐλεύθερα τῶν σωμάτων ἐάσαντα σῴζεσθαι κατὰ δύναμιν οὗ ποτʼ ἂν ἕκαστος προαιρῆται μετὰ τῆς ἐσθῆτος τῆς περὶ τὸ σῶμα.
しかし、外側の城壁が坑道掘削によって崩壊し、その後マケドニア兵たちが坑道を通じて、崩壊した箇所の内側に住民たちによって新しく築かれた対抗壁に近づいてきたとき、その時、彼らはイピアデスとパンタグノトスを使節として派遣し、ロドスとアッタロスからの兵士たちを休戦協定のもとで去らせ、自由の身の市民たちには、それぞれが望む場所へと、身につけている衣服だけを持って、できる限り安全に立ち去ることを許すという条件で、フィリッポスに都市を引き渡すことを申し出た。
§16.30.8τοῦ δὲ Φιλίππου προστάττοντος περὶ πάντων ἐπιτρέπειν
しかし、フィリッポスが一切の事項を彼らの委ねるに任せる(無条件降伏する)よう要求したため、