Humanitext Reader

ポリュビオス · 歴史 §16.29.1-16.29.14

アビュドスとヘラクレスの柱の海峡の地理的比較

878 / 1311 箇所 · ギリシア語

要旨

フィリッポスがアジアへの足がかりとしてアビュドス奪取を目指したこと、およびアビュドスとヘラクレスの柱の二つの海峡の地理的特徴や利便性の比較について。

§16.29.1ὁ δὲ Φίλιππος ἐβούλετο παρελέσθαι Ῥωμαίων τὰς ἐν τούτοις τοῖς τόποις ἀφορμὰς καὶ τὰς ἐπιβάθρας.
フィリッポスはこれらの地域におけるローマ人の拠点と足がかりを奪うことを望んでいた。
— ἵνα, §16.29.2ἐὰν πρόθηται διαβαίνειν αὖθις εἰς τὴν Ἀσίαν, ἐπιβάθραν ἔχοι τὴν Ἄβυδον.
それは、もし彼が再びアジアへ渡ることを企図した場合に、アビュドスをその足がかりとできるようにするためであった。
§16.29.3τὴν δὲ τῆς Ἀβύδου καὶ Σηστοῦ θέσιν καὶ τὴν εὐκαιρίαν τῶν πόλεων τὸ μὲν διὰ πλειόνων ἐξαριθμεῖσθαι μάταιον εἶναί μοι δοκεῖ διὰ τὸ πάντας, ὧν καὶ μικρὸν ὄφελος, ἱστορηκέναι διὰ τὴν ἰδιότητα τῶν τόπων·
アビュドスとセストスの位置およびこれら両都市の地政学的有利さについては、詳細に列挙することは無駄であると私には思われる。 なぜなら、少しでも役に立つ知識を持つすべての人々が、これらの場所の特徴のおかげで、すでにそれを知っているからである。
§16.29.4κεφαλαιωδῶς γε μὴν ὑπομνῆσαι τοὺς ἀναγινώσκοντας ἐπιστάσεως χάριν οὐκ ἄχρηστον εἶναι νομίζω πρὸς τὸ παρόν.
しかしながら、読者に対して注意を促すために、概要を思い起こさせることは、現在の目的において無益ではないと考える。
§16.29.5γνοίη δʼ ἄν τις τὰ περὶ τὰς προειρημένας πόλεις οὐχ οὕτως ἐξ αὐτῶν τῶν ὑποκειμένων τόπων ὡς ἐκ τῆς παραθέσεως καὶ συγκρίσεως τῶν λέγεσθαι μελλόντων.
前述の諸都市に関する事柄は、その場所自体の状況からよりもむしろ、以下に述べる予定の事柄との対比および比較から、よりよく理解できるであろう。
§16.29.6καθάπερ γὰρ οὐδʼ ἐκ τοῦ παρὰ μέν τισιν Ὠκεανοῦ προσαγορευομένου, παρὰ δέ τισιν Ἀτλαντικοῦ πελάγους. δυνατὸν εἰς τὴν καθʼ ἡμᾶς θάλατταν εἰσπλεῦσαι μὴ οὐχὶ διὰ τοῦ καθʼ Ἡρακλέους στήλας περαιωθέντα στόματος, §16.29.7οὕτως οὐδʼ ἐκ τῆς καθʼ ἡμᾶς εἰς τὴν Προποντίδα καὶ τὸν Πόντον ἀφικέσθαι μὴ οὐχὶ διὰ τοῦ μεταξὺ Σηστοῦ καὶ Ἀβύδου διαστήματος ποιησάμενον τὸν εἴσπλουν.
なぜなら、ある人々からはオーケアノスと呼ばれ、またある人々からはアトランティカ海と呼ばれている外海から、ヘラクレス of 柱のところにある海峡を通過することなしには、私たちの海へと航行して入ることは不可能であるように、同様に、私たちの海からプロポンティス海やポントス海へと至ることも、セストスとアビュドスの間の水路を通って入ることでなければ不可能だからである。
§16.29.8ὥσπερ δὲ πρός τινα λόγον τῆς τύχης ποιουμένης τὴν κατασκευὴν ἀμφοτέρων τῶν πορθμῶν, πολλαπλάσιον εἶναι συμβαίνει τὸν καθʼ Ἡρακλέους στήλας πόρον τοῦ κατὰ τὸν Ἑλλήσποντον·
そして、まるで運命がある種の比例関係に沿って両方の海峡を設計したかのように、ヘラクレスの柱の海峡はヘレスポントスの海峡に比べて何倍も広くなっている。
§16.29.9ὁ μὲν γάρ ἐστιν ἑξήκοντα σταδίων, ὁ δὲ κατὰ τὴν Ἄβυδον δυεῖν, ὡς ἂν εἴ τινος τεκμαιρομένου διὰ τὸ πολλαπλασίαν εἶναι τὴν ἔξω θάλατταν τῆς καθʼ ἡμᾶς.
前者は60スタディオンであり、後者は2スタディオンである。 これは、外海が私たちの海に比べて何倍も広大であることに基づいて、誰かが推し量って作ったかのようである。
§16.29.10εὐκαιρότερον μέντοι γε τοῦ καθʼ Ἡρακλείους στήλας στόματός ἐστι τὸ κατὰ τὴν Ἄβυδον.
しかしながら、アビュドスの海峡は、ヘラクレスの柱の海峡よりも使い勝手が良く便利である。
§16.29.11τὸ μὲν γὰρ ἐξ ἀμφοῖν ὑπʼ ἀνθρώπων οἰκούμενον πύλης ἔχει διάθεσιν διὰ τὴν πρὸς ἀλλήλους ἐπιμιξίαν, ποτὲ μὲν γεφυρούμενον ὑπὸ τῶν πεζεύειν ἐπʼ ἀμφοτέρας τὰς ἠπείρους προαιρουμένων, ποτὲ δὲ πλωτευόμενον συνεχῶς·
というのも、前者は両岸が人間に居住されており、互いの交流によって門のような役割を果たしており、両大陸を陸路で渡ろうとする人々によって橋が架けられることもあれば、絶えず船が往来しているからである。
§16.29.12τὸ δὲ καθʼ Ἡρακλείους στήλας σπάνιον ἔχει τὴν χρῆσιν καὶ σπανίοις διὰ τὴν ἀνεπιμιξίαν τῶν ἐθνῶν τῶν πρὸς τοῖς πέρασι κατοικούντων τῆς Λιβύης καὶ τῆς Εὐρώπης καὶ διὰ τὴν ἀγνωσίαν τῆς ἐκτὸς θαλάττης.
他方、ヘラクレスの柱の海峡は、リビアとヨーロッパの端に居住する諸民族の間に交流がないこと、また外海について知られていないことのために、利用されることは稀であり、極めて少数の人々にしか使われない。
§16.29.13αὐτὴ δʼ ἡ τῶν Ἀβυδηνῶν πόλις περιέχεται μὲν ἐξ ἀμφοῖν τοῖν μεροῖν ὑπὸ τῶν τῆς Εὐρώπης ἀκρωτηρίων, ἔχει δὲ λιμένα δυνάμενον σκέπειν ἀπὸ παντὸς ἀνέμου τοὺς ἐνορμοῦντας.
アビュドス市民の都市そのものは、両側からヨーロッパの岬によって囲まれており、港内に停泊する船をあらゆる風から遮り保護することができる港を擁している。
§16.29.14ἐκτὸς δὲ τῆς εἰς τὸν λιμένα καταγωγῆς οὐδαμῶς οὐδαμῇ δυνατόν ἐστιν ὁρμῆσαι πρὸς τὴν πόλιν διὰ τὴν ὀξύτητα καὶ βίαν τοῦ ῥοῦ τοῦ κατὰ τὸν πόρον.
この港への進入路以外からは、水路の流れが急で激しいため、都市へ向けて接岸することは決して、どこからも不可能である。

語釈・文法注

  1. §16.29.1ἐπιβάθρας — 「乗船用の足場」や「橋頭堡」を意味する語で、ここでは比喩的に、海を渡って軍事行動を起こすための「足がかり」や「進出拠点」を意味する。
  2. §16.29.3τὴν δὲ τῆς Ἀβύδου καὶ Σηστοῦ θέσιν καὶ τὴν εὐκαιρίαν — 文頭に置かれたこれらの対格名詞句は、後続する名詞化不定詞「τὸ ... ἐξαριθμεῖσθαι」の直接目的語であり、強調のために前置(提題・先取り)されている。
  3. §16.29.6μὴ οὐχὶ — 「μὴ οὐχὶ」は二重否定(οὐδʼ... δυνατὸν... μὴ οὐχὶ)の文脈で用いられ、分詞(περαιωθέντα)を伴って「〜することなしには不可能である」という強い必要性を表す。
  4. §16.29.9ὡς ἂν εἴ τινος τεκμαιρομένου — 「ὡς ἂν εἰ」は属格独立分詞(τινος τεκμαιρομένου)と結びつき、仮定的な比較(「まるで誰かが〜と推し量ったかのように」)を表す。
  5. §16.29.11τὸ μὲν — 文法的には後続の「τὸ δὲ καθʼ Ἡρακλείους στήλας」(§16.29.12)と対比されており、ここでは10節の主題である「アビュドス側の海峡(τὸ κατὰ τὴν Ἄβυδον)」を指す。

この箇所を引用する

ポリュビオス, 歴史 §16.29.1-16.29.14. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:16.29.1-16.29.14

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。