§16.30.1οὐ μὴν ἀλλʼ ὅ γε Φίλιππος τὰ μὲν ἀποσταυρώσας, τὰ δὲ περιχαρακώσας τοὺς Ἀβυδηνοὺς ἐπολιόρκει καὶ κατὰ γῆν ἅμα καὶ κατὰ θάλατταν.
然而,腓力一处筑起栅栏,另一处挖设壕沟,从陆路和海路同时包围并进攻阿比多斯人。
§16.30.2ἡ δὲ πρᾶξις αὕτη κατὰ μὲν τὸ μέγεθος τῆς παρασκευῆς καὶ τὴν ποικιλίαν τῶν ἐν τοῖς ἔργοις ἐπινοημάτων, διʼ ὧν οἵ τε πολιορκοῦντες καὶ πολιορκούμενοι πρὸς ἀλλήλους εἰώθασιν ἀντιμηχανᾶσθαι καὶ φιλοτεχνεῖν, οὐ γέγονε θαυμάσιος, §16.30.3κατὰ δὲ τὴν γενναιότητα τῶν πολιορκουμένων καὶ τὴν ὑπερβολὴν τῆς εὐψυχίας, εἰ καί τις ἄλλη, μνήμης ἀξία καὶ παραδόσεως.
这一军事行动就准备的规模以及工程中采用的各种智谋——攻守双方通常借此互相抗衡、大展身手——而言,并不令人惊叹,但就受包围者的英勇和极其顽强的斗志而言,它即使不能说独一无二,也绝对值得被铭记和流传。
§16.30.4τὰς μὲν γὰρ ἀρχὰς πιστεύοντες αὑτοῖς οἱ τὴν Ἄβυδον κατοικοῦντες ὑπέμενον ἐρρωμένως τὰς τοῦ Φιλίππου παρασκευάς, καὶ τῶν τε κατὰ θάλατταν προσαχθέντων μηχανημάτων τὰ μὲν τοῖς πετροβόλοις τύπτοντες διεσάλευσαν, τὰ δὲ τῷ πυρὶ διέφθειραν, οὕτως ὥστε καὶ τὰς ναῦς μόλις ἀνασπάσαι τοὺς πολεμίους ἐκ τοῦ κινδύνου.
因为起初,阿比多斯的居民们深信自己的力量,坚强地抵挡着腓力的进攻准备,对于从海上逼近的攻城器械,他们有的用投石机击毁,有的用火烧毁,以至于敌人甚至好不容易才把船只从危险中拖回。
§16.30.5τοῖς δὲ κατὰ γῆν ἔργοις ἕως μέν τινος προσαντεῖχον εὐψύχως, οὐκ ἀπελπίζοντες κατακρατήσειν τῶν πολεμίων.
对于陆上的攻城工程,他们在一开始也勇敢地坚持抵抗,并未放弃战胜敌人的希望。
§16.30.6ἐπειδὴ δὲ τὸ μὲν ἐκτὸς τοῦ τείχους ἔπεσε διὰ τῶν ὀρυγμάτων, μετὰ δὲ ταῦτα διὰ τῶν μετάλλων ἤγγιζον οἱ Μακεδόνες τῷ κατὰ τὸ πεπτωκὸς ὑπὸ τῶν ἔνδοθεν ἀντῳκοδομημένῳ τείχει, §16.30.7τὸ τηνικάδε πέμψαντες πρεσβευτὰς Ἰφιάδην καὶ Παντάγνωτον ἐκέλευον παραλαμβάνειν τὸν Φίλιππον τὴν πόλιν, τοὺς μὲν στρατιώτας ὑποσπόνδους ἀφέντα τοὺς παρὰ Ῥοδίων καὶ παρʼ Ἀττάλου, τὰ δʼ ἐλεύθερα τῶν σωμάτων ἐάσαντα σῴζεσθαι κατὰ δύναμιν οὗ ποτʼ ἂν ἕκαστος προαιρῆται μετὰ τῆς ἐσθῆτος τῆς περὶ τὸ σῶμα.
然而,当外墙因挖掘坑道而坍塌,随后马其顿人通过坑道逼近了城内居民在坍塌处后方加筑的内墙时,此时,他们派遣伊菲阿德斯和潘塔格诺托斯为使节,请求腓力接收该城,条件是:允许来自罗得岛和阿塔罗斯的士兵依约撤离,并允许自由身的公民随身携带衣服,尽其可能安全地撤往各自选择的地方。
§16.30.8τοῦ δὲ Φιλίππου προστάττοντος περὶ πάντων ἐπιτρέπειν
然而,由于腓力要求他们必须无条件投降,