§16.28.1ἀλλʼ ἐμοὶ δοκεῖ τὸ μὲν ἄρξασθαι καλῶς καὶ συνακμάσαι ταῖς ὁρμαῖς πρὸς τὴν τῶν πραγμάτων αὔξησιν ἐπὶ πολλῶν ἤδη γεγονέναι,
しかし私には、物事をうまく開始すること、そして物事の発展に向けてその衝動をともに最高潮に達せさせることは、すでに多くの人々において生じたことのように思われる。
§16.28.2τὸ δʼ ἐπὶ τέλος ἀγαγεῖν τὸ προτεθὲν καί που καὶ τῆς τύχης ἀντιπιπτούσης συνεκπληρῶσαι τῷ λογισμῷ τὸ τῆς προθυμίας ἐλλιπὲς ἐπʼ ὀλίγων γίνεσθαι.
しかし、提示された目標を最後まで成し遂げること、そしておそらくは運命が敵対している時であっても、理性によって熱意の欠けている部分を補い満たすことは、ごくわずかの人々にしか生じないことのように思われる。
§16.28.3διὸ καὶ τότε δικαίως ἄν τις τὴν μὲν Ἀττάλου καὶ Ῥοδίων ὀλιγοπονίαν καταμέμψαιτο, τὸ δὲ Φιλίππου βασιλικὸν καὶ μεγαλόψυχον καὶ τὸ τῆς προθέσεως ἐπίμονον ἀποδέξαιτο, οὐχ ὡς καθόλου τὸν τρόπον ἐπαινῶν, ἀλλʼ ὡς τὴν πρὸς τὸ παρὸν ὁρμὴν ἐπισημαινόμενος.
それゆえにこそ当時、アッタロスとロドス人たちの根気のなさを非難し、他方でフィリッポスの王らしさと度量の大きさ、そしてその意図の粘り強さを称賛するのは当然であろう。
ποιοῦμαι δὲ τὴν τοιαύτην διαστολήν,
これは彼の性格全体を全面的に褒めるというのではなく、現在の局面に対する彼の熱意を評価してのことである。
§16.28.4ἵνα μή τις ἡμᾶς ὑπολάβῃ μαχόμενα λέγειν ἑαυτοῖς, ἄρτι μὲν ἐπαινοῦντας Ἄτταλον καὶ Ῥοδίους, Φίλιππον δὲ καταμεμφομένους, νῦν δὲ τοὐναντίον.
私がこのような区別を行うのは、ある者が、私たちが自分自身と矛盾することを言っている、すなわち、つい先ほどはアッタロスとロドス人たちを称賛し、フィリッポスを非難していたのに、今はその逆をしている、と邪推しないためである。
§16.28.5τούτου γὰρ χάριν ἐν ἀρχαῖς τῆς πραγματείας διεστειλάμην, φήσας ἀναγκαῖον εἶναι ποτὲ μὲν εὐλογεῖν, ποτὲ δὲ ψέγειν τοὺς αὐτούς,
というのも、このことのためにこそ、私は歴史の叙述の冒頭において明確に区分をして、同じ人々をある時は称賛し、ある時は非難することが不可欠であると述べておいたのである。
§16.28.6ἐπειδὴ πολλάκις μὲν αἱ πρὸς τὸ χεῖρον τῶν πραγμάτων ῥοπαὶ καὶ περιστάσεις ἀλλοιοῦσι τὰς προαιρέσεις τῶν ἀνθρώπων, πολλάκις δʼ αἱ πρὸς τὸ βέλτιον, §16.28.7ἔστι δʼ ὅτε κατὰ τὴν ἰδίαν φύσιν ἄνθρωποι ποτὲ μὲν ἐπὶ τὸ δέον ὁρμῶσι, ποτὲ δʼ ἐπὶ τοὐναντίον.
なぜなら、事態の悪化への傾きや状況が人間の意志を変化させることがしばしばあり、また逆に、好転への傾きがそうさせることもしばしばあるからであり、またある時には、人間が自分自身の本性に従って、ある時はなすべきことへと赴き、ある時はその逆へと向かうことがあるからである。
ὧν ἕν τί μοι δοκεῖ καὶ τότε γεγονέναι περὶ τὸν Φίλιππον·
これらのうちの一つが、当時フィリッポスに関しても生じたと私には思われる。
§16.28.8ἀσχάλλων γὰρ ἐπὶ τοῖς γεγονόσιν ἐλαττώμασι, καὶ τὸ πλεῖον ὀργῇ καὶ θυμῷ χρώμενος, παραστατικῶς καὶ δαιμονίως ἐνήρμοσεν εἰς τοὺς ἐνεστῶτας καιρούς, καὶ τούτῳ τῷ τρόπῳ κατανέστη τῶν Ῥοδίων καὶ τοῦ βασιλέως Ἀττάλου, καὶ καθίκετο τῶν ἑξῆς πράξεων.
なぜなら、彼は被った敗北に苛立ち、主に怒りと憤りに突き動かされながら、死に物狂いでありながらも驚異的なやり方で現在の危機に適応し、この方法によってロドス人たちとアッタロス王に対して立ち向かい、それに続く行動を成し遂げたからである。
§16.28.9ταῦτα μὲν οὖν προήχθην εἰπεῖν διὰ τὸ τινὰς μὲν πρὸς τῷ τέρματι, καθάπερ οἱ κακοὶ τῶν σταδιέων, ἐγκαταλιπεῖν τὰς ἑαυτῶν προθέσεις, τινὰς δʼ ἐν τούτῳ μάλιστα νικᾶν τοὺς ἀντιπάλους.
私が以上のことをあえて語ったのは、短距離走の下手なランナーのように、ゴールの間際になって自らの意図を放棄してしまう者たちがいる一方で、まさにその瞬間にこそ対戦相手を最も打ち破る者たちもいるからである。
—
—